18
καὶ Μάριος μὲν ἐν προοιμίοις τῶν Σύλλου ἐκράτει δυνάμεων, τῆς δὲ Τύχης ἑκάτερον διαφθεῖραι σπουδαζούσης, νῦν μὲν ὁ Σύλλας, νῦν δὲ ὁ Μάριος ἐκράτει· πέρας δὲ ἑκατέροις ὄλεθρος. Μάριος μὲν γὰρ ἐλαττωθεὶς εἰς τεμάχη λεπτὰ πρὸς τοῦ Σύλλου κατετμήθη, Σύλλας δὲ μετὰ τὴν νίκην σκώληκας ἀναβλύσας καὶ ἕτερον οὐδὲν παρὰ τὴν Εὐτυχοῦς προσηγορίαν ἐκ τῆς νίκης λαβὼν ἀπεφθάρη. περιόντι δὲ ἔτι τῷ Σύλλᾳ προσπελάσας ὁ Πομπήϊος ἐζήλου τε αὐτὸν καὶ γαμβρὸς ἐγένετο, Ἀντιστίαν τὴν ἐγγόνην αὐτοῦ πρὸς γάμον ἑλών, καὶ ὅλος ἦν ἐκείνου. νοσῶν δὲ Καῖσαρ ἐξ ἀρχῆς πρὸς Πομπήϊον, Ἰουλίας ἤδη τῆς αὐτοῦ θυγατρὸς τελευτησάσης, ἣν ἔτυχε πρὸς γάμον Πομπηΐῳ δούς, τὴν ἐναντίαν ἠσπάσατο καὶ Μάριον ἐτίμα καὶ τοῖς αὐτοῦ τρόποις ἀπήγετο. συγχέονται οὖν ἄμφω κατ' ἀλλήλων ὡς εἰ κληρονόμοι τῶν τυράννων, ἔθνους μὲν παντὸς ὅσον ἦν πρὸς ἀνίσχοντα ἥλιον, Πομπηΐῳ, βαρβάρων δὲ πάντων ὅσοι πρὸς δύνοντα ἥλιον καὶ τὴν ἄρκτον ἐνέμοντο, τῷ Καίσαρι ἅμα τῷ στρατιωτικῷ συναιρομένων· καὶ δῆλα τὰ λοιπά. 2 Κρατεῖ δὲ τῶν ὅλων ὁ Καῖσαρ καὶ ἐπὶ τριακοσίοις αἰχμαλώτοις θριαμβεύων βασιλεῦσιν ἀναβὰς εἰς τὴν Ῥώμην οὐ βασιλέως τί δ' ἂν εἴη μεῖζον; ἤ γ' οὖν μονάρχου τινὸς ὑπέμεινεν ὑπελθεῖν προσηγορίαν, ἄλλην δέ τινα καὶ τῇ Τύχῃ ἠγνοημένην ἐζήτει τιμήν. ὡς γὰρ ἐκ τοῦ Καπιτωλίου μετὰ τὸν θρίαμβον ἐπὶ τὴν βουλὴν ἐφέρετο, ἐκδραμόντος τινὸς τῶν ἐν τέλει τῆς 84 στρατιᾶς καὶ στέφανον ἀγνοοῦντι περιθεμένου, λαβὼν αὐτὸς ἔρριψεν ἀγανακτῶν, ὡς ὕβριν ὑπομένειν ὑπολαβὼν εἰ βασιλεὺς χρηματίσοι ὁ τοσούτους βασιλέας εἰς δουλείαν ὑπαγαγὼν καὶ αὐτὴν δὲ τὴν Τύχην ἑλών. οὕτως ἐμφορηθεὶς ταῖς εὐπραγίαις ἠξίωσε μόλις θεός τε ἅμα καὶ ἀρχιερεὺς καὶ ὕπατος καὶ μόναρχος ἐς ἀεὶ καὶ Ῥωμαίων μὲν πρῶτος, ἐπίτροπος δὲ τῶν ἁπανταχοῦ βασιλέων καὶ ἵππαρχος καὶ πατὴρ πατρίδος καὶ στρατηγὸς καὶ φύλαξ πόλεως καὶ πρῶτος δημάρχων χρηματίσαι, στολὴν ταῦτα πάντα σημαίνουσαν ὑποδύς. καὶ ὄνομα μὲν αὐτῇ τριουμφάλια οὐδὲ γὰρ ἦν εὔπορον οὕτω πολυσήμαντον ἐξευρεῖν τῇ στολῇ προσηγορίαν, χιτὼν δὲ ἦν, ἔνδον μὲν ἐκ πορφύρας, ἔξωθεν δὲ χρυσὸς ὅλος, ὥσπερ ἐλασθέντος διεστηκὼς τοῦ χρυσοῦ· καὶ λῶρος ἄνωθεν· οὕτω δὲ τὴν χρυσήλατον ἐπωμίδα Ῥωμαίοις ἀρέσκει καλεῖν. ταύτην τὴν στολὴν ἔθος ἐκράτησεν ἐξ ἐκείνου τοὺς Ῥωμαίων αὐτοκράτορας ἀμπέχεσθαι ὅταν ἐπὶ βασιλεῦσιν αἰχμαλώτοις θριαμβεύσωσιν· καὶ τοῦτο δῆλον ἐν ἡμῖν ἀπεδείχθη ὅτε Γελίμερα τῶν Βανδίλων καὶ Λιβύης βασιλέα πανεθνεὶ θεὸς αἰχμάλωτον τῇ καθ' ἡμᾶς παρεστήσατο βασιλείᾳ. οὐδὲ γὰρ ἦν ὁμοσχήμονα τὸν νικητὴν πορφύραν περικειμένῳ γίνεσθαι τῷ κρατηθέντι. τοιούτοις τὸν Καίσαρα τῆς Τύχης ἐπὶ τριετῆ χρόνον διαπαιζούσης φρυάγμασιν, ἡ φύσις ἔπεισεν ἄνθρωπον εἶναι. 3 Ὀκταβιανὸς δὲ μετ' αὐτόν, ἀδελφιδοῦς ἐξ Ἀτίας τοὔνομα τῆς ἀδελφῆς αὐτῷ γενόμενος καὶ θετὸς παῖς, διαδεξάμενος τὴν αὐτοκράτορα τιμήν, θεὸς μὲν δῆθεν εὐσεβῶς μετριάζων ὀνομάζεσθαι παρῃτεῖτο, θεῖος δὲ μᾶλλον· καὶ τοῦτο πᾶσι τοῖς μετ' αὐτὸν τὸ ἀξίωμα περιετέθη. τὸ μὲν γὰρ τῶν φύσει πεφυκότων ἐστίν, τὸ δὲ τῶν θέσει, τιμῆς ἢ μᾶλλον βλασφήμου κολακείας χάριν τοῖς βασιλεῦσι περιτιθέμενον. τοῖς δὲ ἐπισήμοις χρήσασθαι, οἷς Καῖσαρ ὁ μέγας, τέως οὐκ ἔσχεν· πρῶτον μέν, ὅτι κοινωνοὺς εἶχε τῆς ἀρχῆς Ἀντώνιον καὶ Λέπιδον, νέος δὲ ὢν κομιδῇ καὶ τὴν λεγομένην παρὰ Ῥωμαίοις βοῦλλαν, οἷον εἰ ψῆφον, φορῶν, 86 τῆς Καίσαρος ἠξιοῦτο προσηγορίας. ὅθεν ἔτι καὶ νῦν τοῖς εἰς βασιλείαν προαγομένοις οὐ πρότερον τὰ ταύτης ἐπιτίθεται σύμβολα πρὶν στρεπτὸν τῷ τραχήλῳ περιθέντες αὐτῷ οἱ ἐν τέλει τῆς στρατιᾶς ἄξιον εἶναι τῆς βασιλείας ἀποφήνωσιν, Καίσαρα δεικνύντες αὐτὸν καθάπερ τὸν νέον Καίσαρα καὶ τῆς τοῦ πρώτου Καίσαρος ἄξιον τιμῆς τε καὶ προσηγορίας. ὥσπερ γὰρ Πέρσαις ἐστὶ νόμιμον τὸν ἐκ βασιλέως τεχθέντα προάγειν ἑαυτοῖς εἰς βασιλείαν, οὕτω Ῥωμαίοις τοῖς τὸ πάλαι μὴ τῷ τυχόντι ἀλλὰ μόνοις τοῖς ἐκ τῆς Καίσαρος σειρᾶς κατιοῦσιν ἐγχειρίζειν τὸ κράτος. μέσος οὖν ἦν ὁ νέος Καῖσαρ, μήτε τῆς ὅλης ἐπειλημμένος τοῦ