1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

19

κράτους τιμῆς διὰ τοὺς κοινωνοὺς τῆς ἀρχῆς, μήτε μὴν ἀμοιρῶν, τὸ δὲ πλέον ἔχων παρ' ἐκείνοις διὰ τὸ Καίσαρος ἐπώνυμον, ὃ περιὼν ἔτι ὁ θεῖος αὐτῷ περιέθηκεν, διάδοχον ἑαυτοῦ καταλεῖψαι ψηφισάμενος. ὡς δὲ Λέπιδος μὲν ἐτελεύτα, Ἀντώνιος δὲ πρὸς Κλεοπάτραν ἔρρεψεν, Φουλβίαν τὴν ἀδελφὴν τοῦ νέου Καίσαρος συνοικοῦσαν αὐτῷ τὸ πρὶν ἀποπτύσας, Αἴγυπτόν τε εἷλε μετ' Ἀντωνίου καὶ τοὺς ἐμφυλίους ἔπαυσε θορύβους τῆς Ῥώμης, ὀγκωθεὶς καὶ αὐτὸς θεός τε ἐχρημάτισεν ὁ ἄρτι μετριάζων καὶ ναοὺς ὡσιωμένους πρὸς τιμῆς αὐτῷ ἀπεδέξατο καὶ ἀρχιερέα ὡς εἰ θεὸς ἐπεμβόλιμος προεχειρίσατο, πρῶτον αὐτὸν τῶν ἱερέων τῶν τότε νομισθέντων θεῶν ἀποδείξας, ἐπισήμοις τε πᾶσιν ἐχρήσατο, οἷς ὁ πατήρ, καὶ στρατείαις καὶ τάξεσι καὶ δορυφόροις, ὅσοις ὁ Ῥωμύλος τε καὶ πάντες οἱ ἀπ' αὐτοῦ μέχρι τούτων ἐχρήσαντο, μόνον τὸν ἵππαρχον εἰς ἔπαρχον μεταβαλών, ὀχήματι τιμήσας ὑπερηφάνῳ ἐξ ἀργύρου πεποιημένῳ, καὶ τάξιν πολιτικὴν ἀπονείμας αὐτῷ πειθαρχεῖν, Αὐγουσταλίους ἐξ αὐτοῦ καλέσας αὐτούς, περὶ ὧν ἐν τῷ περὶ τῆς τάξεως τῶν ὑπάρχων μικρὸν ὕστερον ἐροῦμεν. ἠπίως δὲ ὅμως ἐχρήσατο τοῖς ὑπηκόοις, ὥστε τοὺς Ῥωμαίους εἰπεῖν ἐπ' αὐτῷ τῇ πατρίῳ φωνῇ· utinam nec natus nec mortuus fuisset. ἀπηύχοντο γὰρ αὐτοῦ τὴν γένεσιν, ὅτι μόνος ἐστήριξε τὴν τῶν Καισάρων 88 ἡγεμονίαν καὶ ὁμοίως τὴν τελευτὴν διὰ τὸ ἤπιον ἅμα καὶ τὸ 88 τῶν ἐμφυλίων στάσεων ἀναιρετικόν· οὐδὲ γὰρ μετ' αὐτὸν ἐμφύλιος ἀνήφθη πόλεμος. 4 Ἐχρῆτο δὲ στολῇ ἐπ' εἰρήνης, οἷα ποντίφεξ, ἀντὶ τοῦ ἀρχιερεὺς γεφυραῖος, πορφυρᾷ, ποδήρει, ἱερατικῇ, χρυσῷ λελογχωμένῃ, ἀμφιβλήματι δὲ ὁμοίως πορφυρῷ, εἰς χρυσοῦς αὔλακας τελευτῶντι, τήν τε κεφαλὴν ἔσκεπε δι' ἃς ἐν τῇ γραφείσῃ μοι Περὶ Μηνῶν πραγματείᾳ ἀποδέδωκα αἰτίας. ἐπὶ δὲ τῶν πολέμων παλουδαμέντοις· αἱ δέ εἰσι δίπλακες ἀπὸ κόκκου, πρωτείας μετάξης κλωστῆς, χρυσῇ περόνῃ λιθοκολλήτῳ ἀναρπαζόμεναι τοῖς ὤμοις, ἣν ἡμεῖς μὲν φίβουλαν ὡς Ἰταλοὶ καλοῦμεν, κορνουκόπιον δὲ ἰδίᾳ πως ἐν τοῖς βασιλείοις ἔτι καὶ νῦν λέγουσιν· ἐν δὲ ταῖς εὐωχίαις λιμβοῖς πορφυροῖ δέ εἰσι τρίβωνες ποδήρεις Μαιανδρίοις γραμμαῖς, ἐπὶ δὲ τῶν ὤμων χρυσοῖς τουβουλαμέντοις, οἷον εἰ σωληνωτοῖς, ὑφάσμασι διαλάμποντες καὶ παραγώδαις αὐριγάμμοις, ἀντὶ τοῦ χιτῶσι χρυσοῖς γαμματίσκοις ἀναλελογχωμένοις, ἀπὸ τῆς περὶ τοὺς πόδας ᾤας καὶ τελευτῆς τοῦ ἐσθήματος ἐξ ἑκατέρων τῶν πλαγίων εἰς γάμμα στοιχεῖον διαζωγραφοῦσι χρυσῷ τὸν χιτῶνα· ἐν δὲ τῇ βουλῇ χλαμύσι, πορφυραῖς μέν πῶς γὰρ οὐχί;, πρὸς δὲ τὸ πέρας τῆς ποδήρους ᾤας γραμμαῖς τετραγώνοις δι' ὄλου χρυσῷ κοσμουμέναις σηγμέντα αὐτὰς οἱ τῆς αὐλῆς καλοῦσιν, ἀντὶ τοῦ χρυσόσημα· τὸ δὲ πλῆθος ἐπὶ τῶν ἰδιωτικῶν χλαμύδων σημέντα βραττεολάτοις καὶ γεμμάτοις καὶ λαγκιολάτοις, ἀντὶ τοῦ χρυσοπετάλοις διαλίθοις καὶ λογχωτοῖς, καὶ τοῖς λοιποῖς τῆς βασιλείας ἐπισήμοις, περὶ ὧν κατὰ λεπτὸν ἀφηγεῖσθαι περιττὸν ὑπολαμβάνων πάρειμι, τοῦ λόγου με τὸ λοιπὸν ἐπὶ τὴν ἀφήγησιν τῆς ποτε πρώτης τῶν ἀρχῶν κατὰ τάξιν ἄγοντος. 90

ΠΕΡῚ ΤΗ͂Σ ἘΠΑΡΧΌΤΗΤΟΣ ΤΩ͂Ν ΠΡΑΙΤΩΡΊΩΝ 5 Τὸ μὲν περίβλεπτον τῆς ἀρχῆς καὶ μόνῳ τῷ σκήπτρῳ παραχωροῦν καὶ ἐξ

αὐτῆς τῆς ἀμυδρᾶς σκιᾶς ἣν ἔτι καὶ μόνην δοκεῖ διασῴζειν ἱκανοῖς ἄν τις καταλάβοι γνωρίσμασιν· πέφυκε γὰρ τὰ τῶν πραγμάτων ὑπέροπτα καὶ ἐξ αὐτῆς καταλαμβάνεσθαι τῆς ἐλαττώσεως· δεινὸς δὲ ὁ χρόνος ἐκφαγεῖν τε καὶ ὑπεργάσασθαι τὰ γένεσιν ἅμα καὶ φθορὰν εἰληχότα. ἀλλ' ἡ βασιλέως ἀρετὴ τοσαύτη τίς ἐστιν, ὥστε παλιγγενεσίαν δι' αὐτοῦ τὰ πρὶν ἐξολωλότα καραδοκεῖν. 6 Οὕτως οὖν τῶν ἀρχῶν ὡς ἔφθην εἰπὼν ἄχρι τῆς Καίσαρος τοῦ πρώτου ἐπικρατείας προελθουσῶν, αὐτὸς μετὰ τῆς Τύχης· ἐπιστὰς τοῖς πράγμασι ξύμπαν ἐξηλλοίωσε τὸ πολίτευμα, ὑπάτοις μὲν μηδὲν παρὰ τὴν προσηγορίαν ἀπολιπών, εἰς μήνυμα τοῦ