1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

22

μέντοι τῶν φρουμενταρίων πρίγκιπα αὐτὸν σήμερον συμβαίνει 100 καλεῖσθαι παρεῖναι διὰ παντὸς τῷ δικαστηρίῳ τοῦ τῶν πραιτωρίων ὑπάρχου καὶ πολυπραγμονεῖν καὶ τὰς αἰτίας ἐξερευνᾶν ὧν ἕνεκα πολλοὶ ποριζόμενοι παρὰ τῆς ἀρχῆς τὰ λεγόμενα συνθήματα τῷ δημοσίῳ κέχρηνται δρόμῳ ταύτῃ καὶ κουριῶσος ὠνομάσθη, ἀντὶ τοῦ περίεργος· καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ πάντες ὅσοι κἀν ταῖς ἐπαρχίαις τοῖς δημοσίοις ἐφεστήκασιν ἵπποις, προσυπογράφοντος τοῖς ἐπὶ τῶν δρόμων συνθήμασι καὶ τοῦ λεγομένου μαγίστρου. ὅτι δὲ οὕτως, αὐτῆς δυνατὸν ἀκοῦσαι τῆς διατάξεως ἐν μὲν τῷ πάλαι Θεοδοσιανῷ κειμένης, ἐν δὲ τῷ νεαρῷ παροφθείσης. 11 Οὕτως οὖν ὥσπερ δι' ὑποβάθρων τινῶν καταφερομένης τῆς ἀρχῆς, τοὺς μὲν στρατιωτικοὺς καταλόγους ἔταξεν ἡ βασιλεία ὑπὸ τοῖς τότε καλουμένοις κόμισιν καὶ στρατηγοῖς, τὰς δὲ ἐν τῷ παλατίῳ τάξεις ὑπὸ τῷ πρωτεύοντι τῶν δυνάμεων τῆς αὐλῆς, περὶ οὗ πρὸς τέλος, ὡς ὑπεσχόμην, ἐρῶ, ὃν καὶ αὐτὸν ἄρχοντα οὐ μικρόν, καθάπερ τοὺς λεγομένους στρατηλάτας, αἱ τῆς ἐπαρχότητος ἐλαττώσεις ἀπετέλεσαν. τὰ γὰρ πολυτελῆ τῶν οἰκοδομημάτων καταλυόμενα πολλοῖς ἐπαρκεῖ πρὸς οἰκοδομήν. καὶ ἕως μὲν τοὺς βασιλέας ἐπεξιέναι δι' ἑαυτῶν τοῖς πολέμοις συνέβαινεν, εἶχέ τινα ἡ ἀρχή, εἰ μὴ τοσαύτην, πλὴν ὑπὲρ πάσας τὰς ἄλλας ἰσχύν τε καὶ δύναμιν. ἐξ ὅτε δὲ Θεοδόσιος πρῶτος, τῆς τῶν οἰκείων παίδων ῥᾳστώνης προνοούμενος, νόμῳ δὲ τὴν ἀνδρίαν ἐχαλίνωσεν, κωλύσας δι' ἐκείνους τὴν βασιλέως Ῥωμαίων ἐπὶ πολέμους ὁρμήν, τὸ λοιπὸν τοῖς μὲν στρατηγοῖς τὰ τῶν πολέμων, τῷ δὲ μαγίστρῳ διοικεῖν τὰ τοῦ παλατίου γέγονε χώρα, ὡς μηδὲν ἕτερον ἔχειν τὴν ἐπαρχότητα ἢ μόνην τὴν ἐπὶ ταῖς δαπάναις φροντίδα, ἣν εἰκός ἐστι γίνεσθαι κατὰ τὸ ἀναγκαῖον περί τε τοὺς ἐξ αὐτῆς ἄρχοντας, ὡς ἔφην, καὶ περὶ ἐκείνους γε μήν, ὧν αὐτοὶ ἄρχειν ἐτάχθησαν. 12 Εἰ δέ τις καὶ τοὺς ἐκ τῶν προρρήσεων στοχασμούς, οὔς τινες καλοῦσι χρησμούς, ἐν ἀριθμῷ λόγων παραλαβεῖν ὑπο 102 μένοι, πέρας ἔλαβε τὰ Φοντηΐῳ τῷ Ῥωμαίῳ ῥηθέντα ποτέ· ἐκεῖνος γὰρ στίχους τινας δοθέντας δῆθεν Ῥωμύλῳ ποτὲ πατρίοις ῥήμασιν ἀναφέρει τοὺς ἀναφανδὸν προλέγοντας, τότε Ῥωμαίους τὴν Τύχην ἀπολείψειν ὅταν αὐτοὶ τῆς πατρίου φωνῆς ἐπιλάθωνται. καὶ τὸν μὲν λεγόμενον χρησμὸν τοῖς Περὶ Μηνῶν γραφεῖσιν ἐντεθείκαμεν, πέρας δὲ μᾶλλον ἔσχε τὰ τοιαῦτα μαντεύματα. Κύρου γάρ τινος Αἰγυπτίου, ἐπὶ ποιητικῇ καὶ νῦν θαυμαζομένου, ἅμα τὴν πολίαρχον ἅμα τὴν τῶν πραιτωρίων ἐπαρχότητα διέποντος, καὶ μηδὲν παρὰ τὴν ποίησιν ἐπισταμένου, εἶτα παραβῆναι θαρρήσαντος τὴν παλαιὰν συνήθειαν καὶ τὰς ψήφους Ἑλλάδι φωνῇ προενεγκόντος, σὺν τῇ Ῥωμαίων φωνῇ καὶ τὴν Τύχην ἀπέβαλεν ἡ ἀρχή.

ΠΕΡῚ ΤΩ͂Ν ἘΠΙΣΉΜΩΝ ΤΗ͂Σ ἘΠΑΡΧΌΤΗΤΟΣ ΤΩ͂Ν ΠΡΑΙΤΩΡΊΩΝ 13 Ὡς οὖν ἔφην, τοῦ μὲν ἱππάρχου πρὸς τοῦ Αὐγούστου ἐκ τῶν ἀρχῶν

περιαιρεθέντος, τοῦ δὲ ὑπάρχου τῶν πραιτωρίων τὴν ἐκείνου δύναμιν διαδεξαμένου, εἰκὸς ὀγκωθῆναι πλέον τὴν ἀρχήν, τοῖς ὅπλοις προστεθείσης καὶ τῆς τῶν πολιτικῶν πραγμάτων διοικήσεως. οὐδὲν δὲ ἧττον ἴχνη τινὰ τῆς ἱππαρχίας παραπέμεινεν αὐτῇ, μικρᾶς τινος παραλλαγῆς ἐμπεσούσης. μανδύην μὲν γὰρ ὁ ἔπαρχος περιεβάλλετο Κῷον ἐπ' ἐκείνης γὰρ τῆς νήσου καὶ μόνης ἡ βαθυτέρα βαφὴ τοῦ φοινικοῦ χρώματος τὸ πρὶν ἐπῃνεῖτο κατασκευαζομένη· ἡ γὰρ ἠρέμα πως ἐπὶ τὸ φλόγινον καὶ οὐ σφόδρα βαθὺ ἀναπτομένη πρὸς Παρθυαίων ἐξηύρηται· ὅθεν καὶ Παρθικὰ τὰ φλογοβαφῆ δέρματα συμβαίνει καλεῖσθαι· ὁ δὲ μανδύης χλαμύδος εἶδός ἐστι τὸ παρὰ τῷ πλήθει μαντίον λεγόμενον, μὴ πλέον ἄχρι γονάτων ἐξ ὤμων 104 ἠρτημένον, σηγμέντων οὐκ ἐπιβαλλομένων τῷ μανδύῃ, τῶν 104 δ' ἐν ἡμῖν λεγομένων ταβλίων, ἀντὶ τοῦ πτυχίων· ἐκείνων γὰρ ἐπιτιθεμένων οὐκ ἐξῆν ἑτέρῳ ἢ μόνῳ χρῆσθαι τῷ Καίσαρι. σηγμέντα δὲ τὰ χρυσόσημα Ῥωμαίοις ἔθος καλεῖν, ὡς