1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

26

καὶ πυραμίδας καὶ τἆλλα ὅσων οἱ τὰς Αἰγυπτιακὰς ἀναγράψαντες ὑπερηφανίας μνημονεύουσιν, μέτρια καὶ φιλοσοφοῦσι πρέποντα καταυλήματα λέγων οὐ σφαλήσεται. 22 Ὑπόλοιπόν ἐστι κατὰ τὸ πρόσθεν ἐπηγγελμένον περὶ τῆς τάξεως εἰπεῖν, ποία τέ τις ἦν ποτε παρὰ τῷ ἱππάρχῳ καὶ ποία γέγονε μετ' ἐκεῖνον ὑπὸ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, περί 118 τε τῶν ἐν αὐτῇ καταλόγων, προσηγοριῶν τε καὶ λειτουργιῶν, περί τε ἐθῶν καὶ συμβόλων καὶ τῶν ἐπὶ τοῖς συνταττομένοις χάρταις ῥημάτων καὶ ἁπλῶς ὅσα ἡμῶν ἄχρι τηρούμενα, τῆς ἀρχῆς ἐλαττωθείσης καὶ τῆς ὑπηρετουμένης αὐτῇ τάξεως συμπεσούσης, παραπόλωλεν, ὅπως μὴ σὺν τοῖς ἴχνεσι τῆς ἀρχαιότητος καὶ αὐτὴ ἡ τῶν ἀρετῶν μνήμη μή γ' οὖν γράμμασιν ἀναφερομένη παντελῆ λάχῃ τὴν ἀναίρεσιν. τέως δὲ περὶ τῶν ὑπολοίπων τῆς πολιτείας ἀρχῶν καὶ τὸ δὴ πέρας ἴδιόν τινα περὶ τῆς τάξεως λόγον ἐκθήσομαι· οὐδὲ γὰρ εὐπρεπὲς ταῖς ἀρχαῖς τοὺς ἀρχομένους συναριθμεῖν.

ΠΕΡῚ ΤΟΥ͂ ΛΕΓΟΜΈΝΟΥ ΜΑΓΊΣΤΡΟΥ ΤΩ͂Ν ΘΕΊΩΝ ὈΦΦΙΚΊΩΝ ἈΝΤῚ ΤΟΥ͂

ἌΡΧΟΝΤΟ ΤΩ͂Ν ΑΛΙΚΩ͂Ν ΣΤΡΑΤΕΥΜΆΤΩΝ 23 Πάντα τὰ ὄντα καὶ γίνεται καὶ ἔστι κατὰ τὴν τοῦ ἀγαθοῦ φύσιν· τὰ μὲν ὄντα,

ὡς ἔστιν, τὰ δὲ γινόμενα, οὐκ ὄντα μὲν ἀεί, οὐδὲ ὡσαύτως ἔχοντα, διὰ δὲ τῆς γενέσεως ἐπὶ τὴν φθοράν, εἶτα ἐξ ἐκείνης ἐπὶ τὴν γένεσιν ἀναστρέφοντα, καὶ τῷ εἶναι μὲν ἀθάνατα, τῷ δὲ μεταβάλλεσθαι ἀλλοιότερα· εἰς ἑαυτὰ γὰρ ἀναχωροῦντα τῇ μὲν οὐσίᾳ ἐστίν, τῇ δὲ φθορᾷ γίνεται, τηρούσης αὐτὰ τῆς φύσεως παρ' ἑαυτῇ προαγούσης τε αὖθις εἰς τοὐμφανὲς κατὰ τοὺς ὑπὸ τοῦ ∆ημιουργοῦ τεθέντας ὅρους. ταῦτά φησιν ὁ λόγος διὰ τὴν ἀρχέτυπον τῆς καθ' ἡμᾶς πολιτείας ὄψιν, ἐφ' ἧς ἴσμεν πρὸ πάσης ἀρχῆς τὴν τοῦ ἱππάρχου δύναμιν, ὡς εἴρηται, γενέσθαι· εἶτα ὡς ἀπαλιφεῖσα ἐκείνη τῷ χρόνῳ εἰς τὴν ὕπαρχον μετεφύη τιμήν. αὐτῆς δὲ τὸ πολίτευμα παραλαβούσης, αὖθις ἡ βασιλεία εἰς τὴν τοῦ ὑπάρχου περιέστη χρείαν· καὶ προῆλθεν εἰς τὸ μέσον, μᾶλλον δὲ προηνέχθη ὑπὸ τῆς τῶν 120 πραγμάτων φύσεως ἡ πρὶν ἀπαλιφεῖσα δι' ἑτέρας προσηγορίας ἀρχή, κατὰ μηδὲν μὲν ἀποδέουσα τῆς οἰκείας ὑποστάσεως, μείζονι δὲ δυνάμει καὶ προσθήκῃ τῶν οὐκ ὄντων αὐτῇ τὸ πρὶν ὠχυρωμένη. 24 Καὶ μηδεὶς πρὸς τὸ καινὸν τῆς προσηγορίας ἀποπηδάτω· εἰ γὰρ ἀπίδοι ἐμμελῶς εἰς τὰ πράγματα, οὐδὲ αὐτὴν τὴν ἐπωνυμίαν τῆς ἀρχῆς διαφωνοῦσαν πρὸς ἑαυτὴν εὑρήσει. ὁ μὲν γὰρ ἵππαρχος παρῆν ἀεὶ τῷ ῥηγὶ ἢ τῷ μονάρχῳ, τῆς μὲν ἱππικῆς δυνάμεως ἡγούμενος, τῆς δὲ αὐλῆς πάσης προεστηκώς· ὥστε ὁ λεγόμενος κατὰ νεωτέραν προσηγορίαν μάγιστρος οὐδὲν ἕτερον ἢ ἵππαρχός ἐστιν· τῆς δὲ μεταβολῆς τοῦ ὀνόματος αἰτία ἡ τῆς πλείονος ἐξουσίας ἐπικράτεια γέγονεν. τὸ γὰρ μάγιστρος ὀφφικίων ὄνομα οὐδὲν ἢ τὸν ἡγούμενον τῶν αὐλικῶν καταλόγων σημαίνει, ὡς προέφαμεν, ἐν οἷς ἥ τε ἱππικὴ καὶ ἡ πεζομάχος δύναμις τῆς βασιλείας θεωρεῖται εἰς μυρίους συναγομένη πολεμιστάς. καὶ τοῦτο μὲν μόνον εἶχεν ὁ ἵππαρχος τὸ προνόμιον, ὁ δὲ μάγιστρος τὸ πλέον, τῆς βασιλείας εἰς τοσοῦτον ὕψος ἀνενεχθείσης. τότε μὲν γὰρ μόνην τὴν Ἰταλίαν ἐκέκτηντο Ῥωμαῖοι, νῦν δέ, θεοῦ προϊσταμένου, πᾶσαν ὁμοῦ γῆν τε καὶ θάλασσαν ἔχουσιν. 25 Καὶ ὅστις μὲν οὖν ὠνομάσθη τὴν ἀρχὴν μάγιστρος, οὐκ ἔχω λέγειν, τῆς ἱστορίας σιγώσης· οὐδὲ γὰρ πρὸ Μαρτινιανοῦ, ὃς ἦν ὑπὸ Λικινίῳ μάγιστρος, ἄλλου τινὸς προσηγορίαν ἡ ἱστορία παραδίδωσιν. αὐτοῦ δὲ τούτου ὑπὸ Λικινίῳ, ὁ Κωνσταντῖνος, τὴν ὅλην τῆς βασιλείας μόνος κατασχὼν ἐξουσίαν, Παλλάδιον μάγιστρον τῆς αὐλῆς ἐχειροτόνησεν, ἄνδρα συνετὸν καὶ Πέρσας Ῥωμαίοις πρότερον καὶ Μαξιμιανῷ τῷ Γαλερίῳ διὰ πρεσβείας φιλώσαντα. τοῖς δὲ ἱμειρομένοις τοὺς ἐφ' ἑξῆς μὴ ἀγνοῆσαι μαγίστρους ἄχρις ἡμῶν ἀρκέσει πρὸς διδασκαλίαν Πέτρος ὁ πάντα μεγαλόφρων καὶ τῆς καθ' ὅλου ἱστορίας ἀσφαλὴς διδάσκαλος, δι' ὧν αὐτὸς ἐπὶ τοῦ λεγομένου