1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

28

λιτρῶν, διπλασίας δὲ ἀργύρου, ἐκπωμάτων ἄνευ καὶ σκευῶν τιμῆς ὅρον ἐκβεβηκότων ἀγελῶν τε καὶ ὅπλων καὶ ἀνδρῶν μαχιμωτάτων ὑπὲρ πεντήκοντα μυριάδας σὺν τοῖς ὅπλοις Ῥωμαίοις εἰσήγαγεν, ὡς ὁ Κρίτων παρὼν τῷ πολέμῳ διϊσχυρίσατο συνεῖδεν, αὐτὸς κατὰ μηδὲν Τραϊανῷ παραχωρῶν, περισῶσαι Ῥωμαίοις ἤδη ποτὲ ἀφηνιάζουσαν τὴν βορείαν. καὶ θαυμαστὸν οὐδὲν εἰ πάντα κατ' εὐχὰς προῆλθεν αὐτῷ· οὐδὲ γὰρ Τραϊανὸν τοῖς ὅπλοις ἐζήλωσε μόνον, ἀλλ' αὐτὸν Αὔγουστον τῇ περὶ θεὸν εὐσεβείᾳ καὶ τρόπων μετριότητι, καὶ Τίτον τῇ καλοκἀγαθίᾳ, Μάρκον δὲ τῇ συνέσει παρώθησεν. 29 Ὡς ἔφθην εἰπών, προάγει τοίνυν ἔπαρχον ἐπόπτην τῶν Σκυθικῶν δυνάμεων, ἀφορίσας αὐτῷ ἐπαρχίας τρεῖς τὰς πασῶν ἐγγὺς εὐπορωτάτας· Κεραστίδα τὴν καθ' ἡμᾶς Κύπρον, ἀπὸ Κύπριδος κατὰ τὸν μῦθον τιμηθείσης ἐν αὐτῇ μεταβαλοῦσαν τὴν προσηγορίαν Καρίαν τε ὅλην σὺν ταῖς Ἰωνίσι νήσοις· ἃς ἄρτι τελούσας ὑπὸ τὴν πρώτην τῶν ἀρχῶν, ὥσπερ τὰς ἄλλας ἁπάσας, συνεῖδεν ὁ βασιλεὺς χωρισθείσας αὐτῆς τελεῖν ὑπὸ τῷ Σκυθίας ἐπάρχῳ καὶ φόρον ἴδιον ἀπένειμε πρὸς δικαστήριον καὶ τάξιν ὅλην, ὡς εἰ σπινθῆρά τινα τῶν ἐν Λιπάρῃ κρατήρων ἀνάψας ἐκ τῆς ἐπαρχότητος, πολλὰ καθ' ὁμαλοῦ χρηστὰ τοῖς κοινοῖς τεχνησάμενος. τήν τε γὰρ μεγίστην καὶ δευτέραν ἐξουσίαν αὐτὸς καὶ μόνος οὐ μετρίων ἐκούφισε πόνων, διελὼν τὰς φροντίδας τῶν πραγμάτων ἄρχουσι πολλοῖς· ἀλλὰ καὶ αὐτοῖς εὐχειρίστους κατέστησε τὰς ἀρχὰς καὶ τοῖς φιλοπράγμοσι τὴν λύσσαν ἐμέτρησεν. γλίσχρον δὲ νομίσας εἰ μὴ καὶ τὴν πολιαρχίαν ἀπαλλάξῃ μοχθημάτων οὐ μικρῶν καὶ τοῦτο τὸν Τίτον 128 ἐκμιμούμενος, τὸν οὐρβανὸν πραίτωρα τοῖς ἄρχουσι παρεισήγαγεν, ἀρκεῖν οἰόμενος τῷ πολιάρχῳ τὴν πάντα σοβοῦσαν τῷ δήμῳ διχόνοιαν, καὶ μετ' αὐτοὺς μᾶλλον δὲ πρὸ αὐτῶν κατὰ τὴν ἀρχαιότητα, ὡς προέφαμεν τὸν λεγόμενον κυαισίτωρα, ἀντὶ τοῦ τῶν βιωτικῶν ἐγκλημάτων ἐρευνάδα σεμνότατον.

ΠΕΡῚ ΤΟΥ͂ ΚΩΝΣΤΑΝΤΙΑΝΟΥ͂ ΚΑῚ ἸΟΥΣΤΙΝΙΑΝΟΥ͂ ΠΡΑΊΤΩΡΟΣ ΚΑῚ ΤΟΥ͂

ΜΑΓΊΣΤΡΟΥ ΤΩ͂Ν ΚΉΝΣΩΝ

30 Ὥσπερ ἀρχέτυπον εἶδος ἡ μονάς, παράδειγμα δὲ μονάδος ἕν, οὕτως ἐν προοιμίοις ἡ καθ' ἡμᾶς εὐδαίμων πόλις τῆς τότε πᾶσαν ὑπεροχὴν ἐκβεβηκυίας Ῥώμης ἐνομίσθη. ὅθεν ὁ Κωνσταντῖνος οὐδαμοῦ πρὸ τῆς ἐπ' αὐτῇ κωνσεκρατίωνος οὕτω δὲ τὴν ἀποθέωσιν Ῥωμαῖοι προσαγορεύουσιν Ῥώμην νέαν δείκνυται καλῶν, κάστρα δὲ καὶ αὐτὴν ἴσα ταῖς ἄλλαις τῶν χωρῶν· καὶ τούτων ἄν τις ἐπιστήσεται τοῖς ἐλέγχοις εἰ ταῖς ∆ιαλέξεσι Κωνσταντίνου, ἃς αὐτὸς οἰκείᾳ φωνῇ γράψας ἀπολέλοιπεν, ἐντεύξηται. εἰκόνα τοίνυν καὶ στοχασμὸν ἀμυδροῦ παραδείγματος εἶναι κρίνων αὐτὴν πρὸς ἐκείνην, δύο πραίτωρσιν ἀρκεσθῆναι συνεῖδε διὰ τὸ τῶν οἰκητόρων μέτριον καὶ τῶν πραγμάτων σμικρόν. ἐκ τῆς φάλαγγος οὖν τῶν ἐν τῇ Ῥώμῃ πραιτώρων τὸν τουτηλάριον καὶ τὸν φιδεϊκομμισσάριον προχειρίζεται, τὸν μὲν Κωνσταντιανόν, τὸν δὲ μάγιστρον τοῦ κήνσου ἐπιφημίσας, οἷον εἰ ἄρχοντα τῶν ἀρχετύπων συμβολαίων, ὅτι κῆνσον μὲν τὴν ἀπογραφὴν τῶν ἀρχαίων, ῥέγεστα δὲ τῶν πραττομένων λέγουσιν· καὶ σκρίβαν μὲν ἐκείνῳ, ἀντὶ τοῦ ὑπογραφέα, κηνσουάλης δὲ τούτῳ, ἀντὶ τοῦ ἀρχαιοφύλακας, ὑπηρετεῖσθαι διώρισεν. τῆς 130 δὲ ἡμετέρας Ῥώμης καὶ Νεμέσεως ἔξω καὶ τὴν πρώτην τῆς δυνάμεως ἀποκρυπτούσης, συνεῖδεν ὁ κράτιστος καὶ τῆς τοῦ οὐρβανοῦ πραίτωρος δεῖσθαι παρόδου. προάγει τοίνυν αὐτὸν τῇ οἰκείᾳ σεμνύνων προσηγορίᾳ ἅμα τῶν τοῦ δήμου παραπτωμάτων ἁψόμενον, ἅμα τὴν πολιαρχίαν φροντίδων ἀμετρίας ἐπικουφίσας ἐμφρόνως. 132 ΛΟΓΟΣ Γ 1 Τοῦ νόμου τῆς ἱστορίας, ὡς οἶμαι, τηρηθέντος καί, τὸ πρόσθεν ἐπηγγελμένον, τῶν πολιτικῶν ἀρχῶν διὰ τοῦ λόγου παρελθουσῶν, ἐπῆλθεν ἐμοὶ ἴδιόν τινα καὶ μονήρη λόγον περὶ τῆς μεγίστης τάξεως τῆς πρώτης τῶν ἀρχῶν