1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

31

ἀπλικιτάριοί γε μὴν καὶ κλαβικουλάριοι, ὧν οἱ μὲν τοὺς ῥαβδούχους μόνον τοὺς συλλαμβάνοντας τοὺς ἐγκλημάτων ἕνεκα πιεζομένους, οἱ δὲ τοὺς δεσμὰ περιτιθεμένους αὐτοῖς διασημαίνουσι, λειτουργιῶν, οὐ μὴν στρατείας καὶ βαθμοῦ, πέρας λαμβάνουσιν, ὧν εἰσὶ δεικτικοί· ὑπασπίζουσι γὰρ τοῖς κομμενταρησίοις· αὐτοὺς ὑπομνηματογράφους ἡ τάξις Ῥωμαίων ὠνόμασεν, ὡς ἔφαμεν. ὃν γὰρ τρόπον οἱ νωμενκουλάτωρες φρόντισμα πληροῦσι καὶ τοὺς ῥήτορας ἀπολέγουσιν ἐξ ὀνόματος ἀναφωνοῦντες αὐτούς, οὕτως ἐκεῖνοι ταῖς ἐγκληματικαῖς ὑπηρετοῦνται δίκαις. οἱ δὲ νωμενκουλάτωρες, ὥς φησιν ὁ Αἰμίλιος ἐν τῷ Ὑπομνήματι τῶν Σαλλουστίου Ἱστοριῶν, ὀνομασταὶ καὶ ἀναφωνηταὶ τῶν τογάτων, ἀντὶ τοῦ τῶν δικολόγων, εἰσίν. τογάτους δὲ Ῥωμαῖοι τοὺς μὴ στρατευομένους καλοῦσιν, φαινόλας δὲ περικειμένους καὶ τοῖς λέγουσι τὰς δίκας μισθῷ συναγορεύοντας· ἐπὶ γὰρ τῆς ἀγορᾶς αὐτοὺς καὶ περὶ τὰ βιβλία σχολάζοντας καὶ ταῖς νομικαῖς δυσκολίαις ἀγρυπνοῦντας οἱ τὰς δίκας λέγοντες ἐπὶ τοὺς πεδανέους, ἀντὶ τοῦ χαμαιδικαστάς, περὶ τὸν καιρὸν τῆς διαγνώσεως ἐκάλουν πρὸς συνηγορίαν· ταύτῃ καὶ advocati, οἷον εἰ προσκαλούμενοι, ἔτι καὶ νῦν λέγονται. τουρμαρίους γὰρ ἔτι φθάσας ἐγὼ διαμέμνημαι παρόντας τῷ σκρινίῳ τῶν σουβαδιουβῶν καὶ ταῖς κομπλητίωσι τῶν ἐντυχιῶν, οἷον εἰ πληρώσεσιν, προσλειτουργοῦντας καὶ παραψυχὴν οὐ μικρὰν ἀναλεγομένους· τοσαύτη τις ἦν ἡ τῶν πραττομένων κάρπιμος ἀφθονία. διαιτάριοι πρὸς τούτοις καὶ θηκοφόροι καὶ πραίκωνες λειτουργίας μὲν ἀναδέχονται, ἐν δὲ ἑτέροις τάγμασιν ἀναφέρονται.

144 ΠΕΡῚ ΤΩ͂Ν ΤΑΧΥΓΡΆΦΩΝ ΚΑῚ ΑΓΟΥΣΤΑΛΊΩΝ 9 Εἴρηται πρόσθεν ἓν μὲν ἀνέκαθεν εἶναι τὸ τῶν ταχυγράφων σῶμα, εἰς δύο δὲ

τάγματα διῃρῆσθαι καὶ πληρώματα. οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τῆς δέλτου μένοντες τὸν χρόνον διώκουσι καὶ εἰς τὸ τοῦ πριμισκρινίου παρίασιν πλήρωμα, οἱ δὲ εἰς τὸ τῶν Αὐγουσταλίων τάγμα μεθιστάμενοι καὶ θᾶττον τὴν στρατείαν πληροῦντες παρὰ τοὺς ταχυγράφους καὶ εἰς τὸ τοῦ κορνικουλαρίου καταντῶσιν ἀξίωμα. ὅπως δὲ μὴ καὶ τοὺς ἔξωθεν λάθῃ τὰ τῆς διαιρέσεως καὶ γὰρ ὅσ' ἡμέραι ἀγνοοῦντες μάτην ζητοῦσιν οἱ πολλοὶ πρὸς τὰς εἰρημένας προσηγορίας ταραττόμενοι, τὴν αἰτίαν τῆς εἰς δύο τοῦ ἑνὸς σώματος τομῆς ὑποδείξω τῷ λόγῳ. οἱ ταχυγράφοι πολλῶν ἐτῶν δέονται, καθάπερ οἱ τριβοῦνοι, πρὸς τὸ διανύσαι τὴν στρατείαν· καὶ γὰρ εἰς πλῆθός εἰσιν ὥσπερ ἐκεῖνοι. εἴ τι δὲ τυχὸν ὁ χρόνος αὐτοὺς ἐπὶ τὸ πέρας τῶν πόνων καλεῖ, γήρᾳ κάμνουσι πάντως πρὸς καμάτους ἀχρήστῳ. εἰκὸς οὖν, οὐκ ἀρκοῦντες πρὸς τὰς τῶν ἀνωτέρων βαθμῶν λειτουργίας, πρὸς ἃς μόγις οἱ νεότητι σώματος καὶ πείρᾳ πραγμάτων ὠχυρωμένοι κινδύνων ἔξω διαρκοῦσι, δέονται βοηθῶν. καὶ ἀνέκαθεν μὲν ἕκαστος τρεῖς ἄνδρας τοὺς πάντα ἀρίστους ἐκ τῶν ταχυγράφων ἐπελέγετο οὐδὲ γὰρ ἐξῆν εἰ μὴ τοὺς πείρᾳ τε καὶ λόγοις κοσμουμένους τὴν λειτουργίαν τοῦ δικαστηρίου πληροῦν, νῦν δὲ τὰ μὲν τῆς ἐπιλογῆς οἴχεται, ὁ δὲ ἀριθμὸς ἔτι καὶ νῦν σῴζεται. ἔνθεν ἓξ βοηθοὺς παρεῖναι συμβαίνει τῷ τε τοῦ ἀβ ἄκτις σκρινίῳ τῷ τε τοῦ κομμενταρησίου καὶ τῷ τοῦ πριμισκρινίου· ἐπειδήπερ, ὡς προδεδήλωται, ἀνὰ δύο ἐπ' ἔτος ἕκαστον ἐκ τῶν ταχυγράφων τῆς ζώνης ὁ νόμος ἀπαλλάττει. 146 καὶ τίς οὐκ ἂν στοχάσηται, πρὸς τὸ πλῆθος τῶν βοηθούντων ἀφορῶν, τὴν τοῦ δικαστηρίου μεγαλειότητα καὶ τὴν τῶν ἐν αὐτῷ πραττομένων τὸ πρὶν ἀπειρίαν; ἐπὶ δὲ τοῦ παρόντος, πραγμάτων μὲν οὐκ ὄντων τοῖς ὑπηκόοις, καλὸν πρὸς τὴν ἀρχὴν οὐδέν, ὡς πάλαι, αὐτῶν ἁπανταχῆ συρρεόντων, τῶν δὲ Αὐγουσταλίων ἴσως κατ' αὐθεντίαν μετὰ συγγνώμης εἰρήσθω· καὶ γὰρ λόγων εἰσὶν ἐρασταί ἐπὶ δικαστὰς ἑτέρους καὶ θυμήρεις τοῖς πράττουσι τὰς δίκας διὰ τῶν λεγομένων θείων κελεύσεων ἀπαγόντων. 10 Κερδῶν δὲ οὐ σμικρῶν τὸ πρὶν ἐπ' εἰρήνης καὶ τιμῆς ἐξοχωτάτης μετὰ δυνάμεως ἰσχυρᾶς περιγινομένων τοῖς τῶν εἰρημένων σκρινίων βοηθοῖς, εἰκὸς