1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

34

δὲ πρὸς ἑσπέραν ταῖς τῶν λεγομένων ζευκτῶν ἀπαλλαγαῖς ἐπιδιδούς, δι' ὧν πάσης ἐπιθυμίας τούς τε λειτουργοὺς τῆς δίκης τούς τε τυγχάνοντας τῶν πρακτέων καὶ τοὺς ἀπαλλαττομένους τῶν δικῶν ἐνεφόρει. καὶ παραχωρεῖν μὲν τῷ δικαστηρίῳ ἢ χαλᾶσθαι τοῖς πόνοις οὐδεὶς ἐκείνων ὑπέμενεν, ὁ δὲ ὕπαρχος τὸν ὅρον τῆς ἀρχῆς ἔγνω σοφῶς ἐπιστάμενος ὅτι καὶ ἐλευθέρων ἄρχει καὶ οὐ διὰ παντός· καὶ τῇ τάξει συνέχειν ἐδίδου ἀνοχὰς τῶν καμάτων, τὰ νῦν καὶ αὐτῇ τῇ προσηγορίᾳ τὸ λοιπὸν ἀγνοούμενα παρέχων μουνούμισσα οὕτω δὲ τὴν καθ' ἅπαξ ἀνάπαυλαν ἐκ μέσης τῆς ἡμέρας διδομένην τῇ τάξει ἡ παλαιότης ἐκάλεσεν, τῶν τηνικαῦτα διοικούντων τὰ πράγματα σοφοὶ δὲ ἦσαν καὶ παιδευθέντες ἠπίσταντο νύκτα μὲν ταῖς ἀναπαύσεσιν, ἡμέραν δὲ τοῖς πόνοις ὑπὸ τῆς φύσεως παρακεχωρῆσθαι, καὶ ἀνόσιον οἰομένων τοὺς ἐν πράγμασι νυκτηγρετοῦντας καὶ τῆς μετὰ ἥλιον ζημιῶσαι βραχείας οὖν τινος τῶν πόνων ἐνδόσεως. οὐκ ἀρκούσης δὲ τῆς ἐπὶ τὸ χεῖρον παραλλαγῆς, καὶ αὐτῆς τῆς ἐκ τοῦ σχήματος παραψυχῆς τε καὶ τιμῆς ἀφῃρέθησαν οἱ πριμισκρίνιοι, δικαστηρίων κινδύνῳ τῆσδε παραμυθίας, ὡς ἔφην, ἀποστερούμενοι.

158 ΠΕΡῚ ΤΩ͂Ν ΚΟΜΜΕΝΤΑΡΗΣΊΩΝ 16 ∆ύο τὸν ἀριθμὸν καὶ αὐτῶν, ὡς ἔφθημεν εἰπόντες, τυγχανόντων τῶν

κομμενταρησίων, οὓς ὁ χρόνος ἐκ τῶν ταχυγράφων ἔφερε τῆς φροντίδος. ἓξ καὶ αὐτοῖς, καθάπερ τοῖς πρὸ αὐτῶν, ὑπέτρεχον βοηθοί, ἐκ τοῦ τάγματος τῶν Αὐγουσταλίων προσλαμβανόμενοι, ἄνδρες ἀστεμφεῖς καὶ νόμῳ πρέπουσαν αὐστηρίαν ἀνατείνοντες, παρ' οἷς ἐτύγχανεν ἡ πᾶσα δύναμις τῆς ἀρχῆς. οὗτοι τὰς μὲν ἐγκληματικὰς ἐξετάσεις ἔφερον τῷ δικαστηρίῳ, ὑπασπιζόντων αὐτοῖς, ὡς προδεδήλωται, ἀπλικιταρίων τε καὶ κλαβικουλαρίων μετὰ πλήθους ῥαβδούχων σιδηραίοις δεσμοῖς καὶ ποιναίων ὀργάνων καὶ πλήκτρων ποικιλίᾳ σαλευόντων τῷ φόβῳ τὸ δικαστήριον· δουκηναρίων δὲ στῖφος θέμενοι καὶ χωρὶς αὐθεντίας τοῦ νόμου ἤρκουν πρὸς σωφρονισμὸν ἁμαρτάνουσιν. 17 Ἐγὼ δὲ ἐκπλήττομαι ἀναπολῶν καὶ κατὰ νοῦν πρὸς ἐκείνους τοὺς ἄνδρας ἀνατρέχων, οἷος ἦν ὁ φόβος τῶν κομμενταρησίων παρὰ πᾶσι μὲν τοῖς ὅπως οὖν ἡγουμένοις τῆς τάξεως, διαφερόντως δὲ παρὰ τοῖς σκρινιαρίοις, καὶ ὅπως ὁ παραπορευομένου κομμενταρησίου τυχὼν ὁμιλίας ἠξιοῦτο. δι' αὐτῶν γὰρ οὐ τὰ τῆς ἀρχῆς μόνα κινήματα ἀλλὰ καὶ ἡ βασιλέως ἀγανάκτησις ἐθεραπεύετο. τοιγαροῦν ἐγὼ διαμέμνημαι, τὴν τοῦ λεγομένου χαρτουλαρίου τηνικαῦτα χάριν πληρῶν τοῖς κομμενταρησίοις, ὡς Ἀναστασίου τοῦ βασιλέως κινηθέντος κατὰ Ἀπίωνος, ἀνδρὸς ἐξοχωτάτου καὶ κοινωνήσαντος αὐτῷ τῆς βασιλείας ὅτε Κωάδης ὁ Πέρσης ἐφλέγμαινεν, Λεοντίου τὴν ἐπαρχότητα διέποντος, ἀνδρὸς νομικωτάτου ἥ τε βασιλέως ὀργὴ δημεύσεις τε καὶ ἀφορισμοὺς οὐκ ἄλλῃ τινὶ τῶν ἀρχῶν ἢ μόνῃ τῇ ἐπαρ 160 χότητι τὰ τῆς ἀγανακτήσεως ἐπίστευεν, ἐν ᾗ τοσαύτην ἐπεδείξαντο δυναστείαν τε καὶ σύντονον ἐντρέχειαν οἱ τότε κομμενταρήσιοι μετὰ πάσης καθαρότητος καὶ ἀποχῆς παντοίας ἐπὶ κλοπὴν ἑστώσης περινοίας, ὥστε τὸν βασιλέα, θαυμάσαντα τὴν ἀρετὴν τῶν τότε στρατευομένων, πάσας τὰς ἀνακυπτούσας χρείας, μεθ' ἃς καὶ τὴν κατὰ Μακεδονίου τότε τὴν βασιλίδα πόλιν ἐπισκοποῦντος ἀγανάκτησιν, ὡς λόγος, περὶ νεωτερισμοῦ δογμάτων ἀποκλείοντος, αὐτοῖς ἐγχειρίσαι, λέγω δὲ τοῖς τῶν ἐπάρχων κομμενταρησίοις, καίτοι Κέλερος τοῦ πάντων φιλτάτου παρόντος τῷ βασιλεῖ καὶ τὴν τοῦ λεγομένου μαγίστρου φροντίδα κοσμίως ἀνύοντος. 18 Καὶ ταῦτα μὲν «ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων» ἀπόλωλεν· τὸ γὰρ λοιπόν ἐστιν «οὐδ' ἐν λόγῳ οὐδ' ἐν ἀριθμῷ.» ἐκόσμει δὲ οὐδὲν ἧττον τὴν πολύτροπον δυναστείαν τοῦ σκρινίου καὶ ἡ τῶν λεγομένων κομμέντων ἐξουσία ὑπερφυής. ὁ γὰρ ὕπαρχος, ἢ παρὰ βασιλέως θαρρούμενος ἢ αὐτὸς κατὰ τὸν νόμον κινούμενος καὶ σπουδάζων ἄρχοντα ὁποῖον οὖν ἢ ὑπηκόων τινὰ παραστῆσαι τῷ νόμῳ, τὸν κομμενταρήσιον μυστογράφον