1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

36

μέν, τῶν δὲ ἐπ' αὐτῇ πραχθέντων οὐδαμοῦ φαινομένων, εἰσενεχθέντος ἐπὶ τῆς ἀρχῆς τοῦ λεγομένου 166 περσωναλίου, ἔστη διάγνωσις κατ' οὐδὲν ἐνδέουσα. καὶ τίς οὐκ ἂν ἐπιδακρύσῃ τῶν ἐγκωμίων εἰς μνήμην ἐρχόμενος, οἷς ὑπὲρ τῆς τάξεως καὶ τῶν τοιούτων τῆς ἀρετῆς γνωρισμάτων ἐχρήσατο Σέργιός τε ὁ πολὺς καὶ Πρόκλος ὁ δικαιότατος Τριβουνιανός τε ὁ πολυμαθέστατος, ὧν ὁ μὲν ὕπαρχος οἷος οὐκ ἄλλος, οἱ δὲ ἄμφω κυαίστωρες γενόμενοι τὴν πολιτείαν ἐκόσμησαν, συλλαμβανομένων αὐτῶν αὐτοῖς περὶ τοὺς ἐπαίνους πάντων ὁμοῦ τῶν τότε δικολόγων, περὶ ὧν σιγᾶν ἄμεινον ἢ παρ' ἀξίαν ἐπαινεῖν κοσμιώτερον οἶμαι. καὶ ταῦτα μέν ποτε, νῦν δ' οὐ μόνον οὐκ ἔστιν, ἀλλ' οὐδὲ μνήμης τινὸς ἀξιοῦται δι' ἃς οὐχ ἅπαξ ἀποδεδώκαμεν αἰτίας. 21 Μετὰ δὲ τὸν ἀβ ἄκτις ὁ ῥεγενδάριος ἐπὶ τῆς φροντίδος τῶν συνθημάτων τοῦ δημοσίου δρόμου τεταγμένος ἔτι καὶ νῦν λέγεται μέν, πράττει δὲ οὐδέν, τοῦ μαγίστρου τῆς αὐλῆς τὴν ὅλην ὑφελομένου τοῦ πράγματος ἐξουσίαν. μεθ' ὃν οἱ τῶν διοικήσεων κοῦρα ἐπιστουλάρουμ, οἳ τὰς μὲν ἐπὶ τοῖς δημοσίοις φοιτώσας ψήφους γράφουσι μόνον, τὸ λοιπὸν καταφρονούμενοι· οἱ δὲ λεγόμενοι τρακτευταὶ τὴν ἐγνωσμένην αὐτοῖς διδασκαλίαν ὑποτιθέντες τῷ προστάγματι τὴν ὅλην ὑφήρπαζον ἐξουσίαν, μάλιστα ἐξ ὅτε τὴν ἀρχὴν ἑαυτοῖς ἐθάρρουν περιποιεῖν οἱ σκρινιάριοι. πέρας μὲν ὧδε τῶν λογικῶν τῆς τάξεως συστημάτων. δουκηνάριοι καὶ κεντηνάριοι βίαρχοί τε καὶ ἀδιούτωρες καὶ τὰ λοιπὰ τῆς τάξεως μέλη, ἀνύοντα τὴν ὑπὸ τοῦ νόμου τεθειμένην αὐτοῖς λειτουργίαν, τέρμα τῆς στρατείας, ὁποῖον ἡ τύχη δοίη, καταλαμβάνουσι, τῶν λεγομένων θηκοφόρων, οἳ τὰς προτομὰς τῆς ἀρχῆς φέρουσιν, καὶ διαιταρίων ἐν ἑτέροις μὲν τάγμασι τῆς τάξεως καταλεγομένων, λειτουργίαν δὲ πληρούντων.

168 ΠΕΡῚ ΤΟΥ͂ ΚΟΡΝΙΚΟΥΛΑΡΊΟΥ ΤΗΣ͂ ΜΕΓΊΣΤΗΣ ΤΆΞΕΩΣ 22 Πάντων, οἶμαι, τῶν καταλόγων, εἰ μή τι σφάλλομαι, παρελθόντων τῷ

λόγῳ, ὑπόλοιπόν ἐστιν αὖθις καθάπερ ἡγεμόνα σεμνὸν ἐπὶ τέλους τὸν κορνικουλάριον ἐπὶ τῆς ἱστορίας ἀναδεῖξαι· δεῖ γὰρ αὐτὸν τὴν ὅλην συνέχοντα τάξιν ἀρχὴν ἅμα καὶ πέρας αὐτῆς ἀποδεῖξαι. ἀρκεῖ μὲν οὖν αὐτῷ πρὸς ἀξιοπιστίαν καὶ μόνος ὁ χρόνος ὑπὲρ τριακοσίους καὶ χιλίους ἐνιαυτοὺς ἡγουμένῳ τοῦ τάγματος καὶ σὺν αὐτῷ τῷ πολισμῷ τῆς ἱερᾶς Ῥώμης ἐπιφανέντι τοῖς πράγμασιν· παρῆν γὰρ ἀνέκαθεν τῷ ἱππάρχῳ, ὁ δὲ ἵππαρχος τῷ τότε ῥηγί. ὥστε ἐκ προοιμίων τῆς Ῥωμαϊκῆς πολιτείας γνώριμος ὁ κορνικουλάριός ἐστιν, κἂν εἰ μηδὲν αὐτῷ παρὰ τὴν προσηγορίαν ἀπολέλειπται· ἐξ ὅτε γὰρ Φοῦσκον οὕτω δὲ τὸν μελάγχρωτα Ῥωμαῖοι καλοῦσιν ∆ομιτιανὸς πραιτωρίων ὕπαρχον κατὰ τὴν Αὐγούστου ἐγχείρησιν προβαλόμενος τὴν τοῦ ἱππάρχου περιττὴν ἀπέδειξε προαγωγήν, ὅπλων ἡγούμενος, μετηνέχθη πάντα. 23 Τοιγαροῦν τὰ ὅπως οὖν παρὰ τοῖς ὑπάρχοις πραττόμενα μόνος διέταττεν ὁ κορνικουλάριος καὶ τοὺς ἐξ αὐτῶν πόρους εἰς οἰκείαν ἀπεφέρετο παραψυχήν· καὶ τοῦτο ἀπὸ ∆ομιτιανοῦ ἕως τοῦ καθ' ἡμᾶς Θεοδοσίου κρατοῦν ἠμείφθη διὰ τὴν Ῥουφίνου τυραννίδα. νόμον γὰρ ἔθετο ὁ βασιλεὺς Ἀρκάδιος τὸ τῆς ἀρχῆς δυνατὸν δεδιττόμενος, ὥστε τὸν πρίγκιπα τῆς τάξεως τοῦ μαγίστρου παριόντα ἐπὶ τὰ μέγιστα δικαστήρια περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τὴν δύναμιν τῶν πραττομένων ἐν αὐτοῖς καὶ οὗτινος χάριν γίνοιντο τὰ τοῦ δρόμου συνθήματα εὑρίσκειν. καὶ τὸ λοιπὸν ὁ Ῥουφῖνος, ἐξ ὅτε δι' ἑαυτοῦ ἐπὶ τὴν ἕω ἦλθεν, τὸν λεγόμενον κόμιτα τῆς ἀνατολῆς μαστίξας ἀπώλεσεν, ἀνθ' ὧν ἐτόλμησε ζηλῶσαι τῷ λόγῳ τὴν ἐπαρχότητα. καὶ ἡ μὲν Ἀρ 170 καδίου, ὡς ἔφην, διάταξις ἐν τῷ πάλαι Θεοδοσιανῷ Κώδικι ἀνεγέγραπτο, οἱ δὲ τὸν νεαρὸν καταστησάμενοι παρεῖδον αὐτὴν ὡς περιττὴν αὐτοῖς εἶναι φανεῖσαν. 24 Παρὼν οὖν ὁ πρίγκεψ τῶν μαγιστριανῶν τοῖς