1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

38

πρότερον μετὰ χρυσίου δόσεως συνταξαμένων αὐτοῖς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τέσσαρας πρὸς εἴκοσι χρυσοῦς κατ' ἔτος ὥρισαν ἕκαστον. ὁμοίως τε ποιῶν ἀντ' αὐτῶν τὸ λεγόμενον περσωνάλιον καὶ κοττιδιανόν, περὶ ὧν ἄρτι διεξῆλθον, σουγγεστίωνας ἐτιθέμην, ὧν ὁ λόγος ὧδε· πάντες μὲν ἀνέκαθεν οἱ παρὰ τῇ ποτε πρώτῃ τῶν ἀρχῶν βοηθοῦντες τοῖς τρέχουσι σκρινίοις διὰ πολλῆς ἐξέλαμπον παιδείας, περὶ δὲ τὴν Ῥωμαίων φωνὴν τὸ πλέον ἔχειν ἐσπούδαζον· χρειώδης γὰρ ἦν αὐτοῖς κατὰ τἀναγκαῖον. δίκης οὖν ἐφεσίμου τυχὸν γενομένης, εἶτα πρὸς τὴν σύγκλητον ἀναγομένης πρὸς διόρθωσιν, ὁ τῶν ἄλλων βοηθῶν κρείττων συνέταττε τὴν λεγομένην σουγγεστίωνα, ἀντὶ τοῦ διδασκαλίαν, πρὸς ἀκρόασιν τῆς βουλῆς οὕτως μάλιστα, ὡς ἐκπλήττειν τόν τε τῆς βουλῆς κυαίστωρα καὶ τοὺς λεγομένους πάλαι μὲν ἀντεκήνσωρας, καθ' ἡμᾶς δὲ ἀντιγραφεῖς. τοῦ δὲ θεοῦ συλλαμβάνοντος καὶ τῆς ἀπὸ τῶν περι 176 γινομένων μοι παραμυθιῶν προθυμίας ἀνεπαίσθητον ἀποτελούσης τὸν κάματον, οὐ μόνον ἐπλήρουν τὰς εἰρημένας λειτουργίας ἐπὶ τοῦ σκρινίου, ἀλλὰ μὴν ἐπισηκρητεύων παρὰ τοῖς ταχυγράφοις, ἔτι καὶ βοηθῶν ἑτέροις ἐν τῷ Τεμένει τῆς ∆ίκης ταχυγραφοῦσιν, ὃ καλεῖται Σήκρητον· καὶ οὐ μικρὰ ἥ τε δόξα διὰ τῶν ἔργων ἥ τε τῆς παραμυθίας ἐπὶ τοῖς ἔργοις ἀφθονία· ἔνθεν ὥσπερ ἀναπτερωθεὶς ἐπὶ τοὺς λεγομένους ἀ σηκρήτις τῆς αὐλῆς ἠπειγόμην. 28 Ὁ δὲ Ζωτικός, ὑποβάλλοντος αὐτῷ τοῦ πάντα χρηστοῦ καὶ ἐπιεικοῦς φιλομαθοῦς τε καὶ φιλοσόφου τὸν βίον Ἀμμιανοῦ, καὶ γαμετήν μοι περιποιεῖ ἑκατὸν μὲν χρυσίου λιτρῶν φερνὴν προσάγουσαν, τὰ δὲ ἄλλα κρείττονα τῶν ὅτε δή ποτε ἐπὶ σωφροσύνῃ θαυμαζομένων γυναικῶν. ἐγὼ δὲ κρείττονα πολλῷ, τοῦ χρόνου προϊόντος, ἐλπίζων προσελθεῖν μοι τὰ πράγματα, τῆς μὲν ἐπὶ τὴν αὐλὴν σπουδῆς ἀπεσχόμην, ὅλον δέ μου τὸν βίον τῇ στρατείᾳ παρεχώρησα. τῶν οὖν κοινῶν τοιούτων ἀποτελεσθέντων ἐπὶ πᾶσιν ὁποίων ὁ λόγος ἐμνημόνευσεν, καὶ τὸ λοιπὸν τοῖς λογικοῖς οὐχ, ὡς τὸ πρίν, τῆς Τύχης ἀπαρεσκομένης, ἐμίσησα τὴν στρατείαν, ὅλον ἐμαυτὸν τοῖς βιβλίοις ἐκδούς. γνοὺς δὲ ὁ βασιλεὺς τὴν ἐμὴν περὶ τοὺς λόγους ἀγρυπνίαν πρῶτον μὲν ἐγκώμιον εἰπεῖν με πρὸς αὐτὸν κατηξίωσεν, παρόντων ἐκ τύχης καὶ τῶν ἀπὸ τῆς μείζονος Ῥώμης λογάδων, οἷς ἀεὶ μέλει, καὶ τοῦτο ταλαιπωροῦσιν, τῆς περὶ λόγους σπουδῆς. οὗ γενομένου, καὶ συγγράψαι με τὸν πρὸς Πέρσας αἰσίμως αὐτῷ χειρισθέντα πόλεμον παρεκελεύσατο ὅτε ∆άραν, τὴν πόλιν ἣν ὁ πολὺς Ἀναστάσιος ταῖς φάρυγξι τῶν πολεμίων ἐπιτέθεικεν, ἐνοχλοῦντες ἐκεῖθεν οὐ μετὰ μικρᾶς ζημίας ὑπενόστησαν, οὐκ ἐπ' αὐτοῦ πάλιν προελθόντες. 29 Πραγματικὸν πρὸς τὴν ἐπαρχότητα γράφων ὁ βασιλεὺς ἐπ' ἐμοὶ τοιούτοις ἐχρήσατο ῥήμασιν· «Ἰωάννῃ τῷ λογιωτάτῳ 178 πολλὴν μὲν σύνισμεν τὴν ἐν λόγοις παιδείαν τήν τε ἐν γραμματικοῖς ἀκρίβειαν τήν τε ἐν ποιηταῖς χάριν καὶ τὴν ἄλλην αὐτοῦ πολυμάθειαν, καί, ὅπως τὴν Ῥωμαίων φωνὴν τοῖς ἑαυτοῦ πόνοις ἀποδείξει σεμνοτέραν, καίτοι τῆς στρατείας αὐτῷ τῆς ἐν τοῖς δικαστηρίοις τῆς σῆς ὑπεροχῆς ὀρθῶς φερομένης, ἑλέσθαι μετ' αὐτῆς καὶ τὸν ἐν βιβλίοις ἀσκῆσαι βίον καὶ ὅλον ἑαυτὸν ἀναθεῖναι τοῖς λόγοις. τὸν τοίνυν εἰς τοσοῦτον ἀρετῆς ἀναβάντα ἀγέραστον ἀπολιπεῖν ἀνάξιον τῶν ἡμετέρων χρόνων εἶναι κρίνοντες, προστάττομεν τῇ σῇ ὑπεροχῇ ἐπιδοῦναι ἑαυτῷ τοῦ δημοσίου τόδε. ἴστω δὲ ὁ εἰρημένος σοφώτατος ἀνὴρ ὡς οὐ μέχρι τούτου στησόμεθα, ἀλλὰ καὶ ἀξιώμασι καὶ ἱεραῖς μείζοσι φιλοτιμίαις τιμήσομεν αὐτόν, ἄτοπον ἡγούμενοι τοιαύτην εὐγλωττίαν οὕτω μικρᾶς ἀμοιβῆς ἀξιωθῆναι, ἐπαινοῦντες αὐτὸν εἰ καὶ πολλοῖς ἑτέροις τῆς οὔσης αὐτῷ μεταδοίη παρασκευῆς.» τούτοις ἐπιψηφισαμένου τοῦ τηνικαῦτα τὴν πολιαρχίαν ἰθύνοντος καὶ τόπον διδασκάλοις ἀπονενεμημένον ἀφορίσαντός μοι ἐπὶ τῆς Καπιτωλίδος αὐλῆς, ἐχόμενος τῆς στρατείας, ἐπαίδευον καὶ μεγαλοφρονεῖν ἐξηγόμην. 30 Παρὰ μέντοι τῆς στρατείας βαθμῶν τε καὶ πόρων ἄνευ τινὸς ἐλαττώσεως, ὥσπερ ἀνεπαισθήτως τοῦ χρόνου τροχάζοντος, ἐπὶ τὸ πέρας τῆς στρατείας ἀνῆλθον. καὶ κερδῶν μὲν