1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

39

ἕνεκα, ὡς εἰ μηδ' ἐν στρατείᾳ τελῶν, παρηνέχθην, ἔτυχον δὲ τιμῆς καὶ τῆς ἀπὸ τῶν κρατούντων αἰδοῦς καί, τὸ δὴ πάντων γλυκύτερον, ἐν ἀνέσει τὸν βίον παρέδραμον. ἡ δὲ πάνσοφος ∆ίκη, δικαίοις με παραμυθουμένη τρόποις, τοῖς μὲν στρατιώταις, ὡς ἔφην, αἰδέσιμον ἔδειξεν, τοῖς δὲ ἄρχουσιν οὐκ ἀπάξιον τιμῆς. καὶ τοῦτο δῆλον ἐκ τῆς προελθούσης ἐπ' ἐμοὶ ψήφου ὅτε τὴν ζώνην ἀφεὶς ἐπὶ τὴν αὐλὴν ἐχώρουν. πρῶτον μὲν γὰρ ἀναβάντα με ἐπὶ τοῦ βήματος τῆς ἐπαρχότητος, κατὰ τοῦτο δὴ τὸ σύνηθες, εὐχαριστῆσαι τῷ κρείττονι καὶ τὴν ἀρχὴν ἀπώσασθαι, τιμήσας ὁ ὕπαρχος Ἥφαιστος δὲ ἦν ὁ χρηστός, ἀνὴρ ἀγαθὸς καὶ 180 ἐκ μόνης τῆς προσηγορίας τὴν οὖσαν εὐγένειαν αὐτῷ δεικνύς· Ἡφαίστου γὰρ τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου κατὰ τὸν Σικελιώτην ἀπόγονος εἶναι διεφημίζετο ἐγερθεὶς ἀντησπάσατό με λιπαρῶς, καὶ περιβαλὼν αὐτίκα μὲν τὸ πρόσταγμα τῶν ἀννωνῶν χερσὶν ἰδίαις ἐπιδίδωσιν εὐχαριστῶν, μετὰ δὲ μυρίους ἐπαίνους, πάσης τῆς τάξεως παρούσης, ψῆφον ἀνέγνω ἔχουσαν ὧδε· «Ἰωάννης μὲν ὁ λογιώτατος τούτῳ γὰρ χαίρει τῷ προσρήματι μᾶλλον ἢ τοῖς ἐκ τῶν ὑπαρξάντων αὐτῷ γερῶν προσγενομένοις γνωρίσμασιν ἤδη φθάσας τοῖς ἁπάντων ἑαυτὸν καλλίστοις, παιδείᾳ τε καὶ λόγοις φαμέν, τοιοῦτον ἀπέδειξεν, ὡς οὐκ αὐτὸν θαυμάζεσθαι μόνον ἀλλὰ καὶ πολλοὺς ἑτέρους, οἳ δὴ τῆς αὐτοῦ διδασκαλίας ἔργον γεγόνασιν· μικρὸν δέ, ὡς ἔοικεν, εἶναι νενομικὼς εἰ μόνοις κοσμοῖτο τοῖς ἐκ λόγων ἐπιτηδεύμασιν καίτοι γε τί ἄν τις τούτων ἡγήσοιτο μεῖζον; καὶ τοῖς πολιτικοῖς ἐνέμιξε πράγμασιν· ὑπηρετησάμενος δὲ τοῖς ἡμετέροις δικαστηρίοις μίαν τινὰ διὰ πάντων ἐφύλαξεν ἁρμονίαν, τοῖς οἰκείοις πανταχοῦ κατακολουθῶν παραδείγμασι καὶ δι' αὐτῶν διδάσκων τῶν ἔργων ὡς φύσις ἀγαθὴ καὶ τίκτειν οἵα τε οὖσα τὰ χρησιμώτερα, πρὸς ὅπερ ἂν βίου σχῆμα τραπείη, τῶν οἰκείων οὐκ ἐξίσταται πλεονεκτημάτων, σεμνοτέραν δὲ τὴν ἀρετὴν ἀπεργάζεται, λόγοις αὐτὴν καὶ πολιτικοῖς ποικίλλουσα πράγμασιν. τούτοις τοίνυν ἅπασιν ἐνευδοκιμηκὼς Ἰωάννης ὁ λαμπρότατος, τοὺς ἐν τοῖς ἡμετέροις δικαστηρίοις βαθμούς τε καὶ πόνους διανύσας, ἐπὶ τὰ τοῦ μεγάλου βασιλέως δραμεῖται ἴχνη καὶ μειζόνων ἐκεῖθεν ἀπολαύσει δωρεῶν. ἔστι γὰρ δὴ πρὸς τοῖς ἄλλοις πλεονεκτήμασι καὶ φιλόλογος ὁ βασιλεύς, τοῦτο καλῶς ἐφ' ἡμῶν πεποιηκότος τοῦ χρόνου ὅπως ἂν ἡ τοῦ προστατοῦντος σεμνότης καὶ τὴν λοιπὴν ἅπασαν τάξιν ἐπί τι φέροι λαμπρότερον.» ταύτην τὴν τιμὴν ἀντὶ πολλῶν χρημάτων ἐκ τοῦ δικαστηρίου λαβών, ἡγουμένων τῶν πάντα μοι γλυκυτάτων ἑταίρων, ἐπὶ τὴν αὐλὴν ἀνεχώρησα, στρατευσάμενος τοὺς πάντας τεσσαράκοντα ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσιν, καὶ τυχὼν τοῦ εἰωθότος παρὰ τῆς βασιλείας ἀξιώματος τοῖς πληροῦσιν ἐπιδίδοσθαι αὖθις ἐπὶ τὰ βιβλία παρῆλθον.

182 ΠΕΡῚ ΤΩ͂Ν ΣΚΡΙΝΙΑΡΊΩΝ ΤΩ͂Ν ∆ΙΟΙΚΉΣΕΩΝ ΣΤΡΑΤΙΩΤΙΚΟΥ͂ ΤΕ ΚΑῚ

ΣΙΤΩΝΙΚΟΥ͂ ΚΑῚ ΚΑΓΚΕΛΛΑΡΊΩΝ 31 Εἰ πᾶσάν τις ἐπέλθοι κατὰ πόδα τὴν Ῥωμαϊκὴν ἱστορίαν, οὔποτε εὑρήσει πρὸ

τῆς Κωνσταντίνου βασιλείας τὸ σκρινιάριον ὄνομα. σκρινίον μὲν γὰρ καὶ σκρίβαν καὶ τὰ τούτων δὴ παράγωγα εὑρήσει, τὸ δὲ σκρινιάριον ἐπώνυμον οὐδαμοῦ. ὥστε οὐκ οἶδε μὲν αὐτοὺς ἀνέκαθεν τὸ πολίτευμα, οὐδ' εἰσὶ μέρος οὐ τῆς τοῦ ἱππάρχου οὐδὲ μὴν τῆς τῶν ἐπάρχων τάξεως, ἰδιωτεύοντες δὲ παρῆλθον κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ πράγματα· καὶ ὅπως, ἐρῶ. Κωνσταντῖνος πρῶτος, ὡς ἔμπροσθεν εἴρηται, Σκυθίαν τε καὶ Μυσίαν καὶ τοὺς ἐξ ἐκείνων φόρους ἄκων ἐζημίωσε τὴν Ῥωμαϊκὴν πολιτείαν, τὰς φρουρούσας δυνάμεις τὴν ὄχθην τοῦ πρὸς βορέαν Ἴστρου ἐπὶ τὴν κάτω Ἀσίαν δέει τυραννίδος διασκεδασάμενος. ἐμοὶ δὲ δοκεῖ βραχὺ παρατραπέντι τοῦ σκοποῦ περὶ τῆς προσηγορίας τοῦ ποταμοῦ διὰ βραχέων εἰπεῖν· νῦν μὲν γὰρ