1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

45

προσηγόρευσαν ἀπὸ ∆ουρράχου τότε βασιλεύοντος Κρητῶν, ὡς ὁ Ῥωμαῖος Λουκανὸς ἐν τῇ δευτέρᾳ τῶν Ἐμφυλίων φησίν, ἢ Κορκυραῖοι, Κορινθίων ἄποικοι κατὰ τὸν Συγγραφέα· καὶ πολὺς ἦν λόγος ἀπληστίας κατηγορῶν τοῦ Ἀναστασίου, ὡς καὶ ἐλεγείας τινὰς ἐπὶ τοῦ ἱπποδρομίου ἀνατεθῆναι πρὸς τοῦ δήμου κατ' αὐτοῦ, εἰκόνος αὐτῷ σιδηρᾶς ἐπὶ τοῦ ἱπποδρόμου ἀνατεθείσης. οἱ δὲ στίχοι τοῦ λεγομένου παρὰ μὲν Ῥωμαίοις φαμώσου, καθ' ἡμᾶς δὲ βλασφημίας, ὧδε· «Εἰκόνα σοι, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρου στήσαμεν, ὡς χαλκῆς οὖσαν ἀτιμοτέραν, ἀντὶ φόνου πενίης τ' ὀλοῆς λιμοῦ τε καὶ ὀργῆς, ἣ πάντα φθείρει σῇ φιλοχρημοσύνῃ. γείτονα δὲ Σκύλλης ὀλοὴν ἀνέθεντο Χάρυβδιν, ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον. δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μή σε καὶ αὐτὴν βρώξῃ, χαλκείην δαίμονα κερματίσας.» 206 διαβάλλονται γὰρ πρὸς τῶν ἀρχαίων οἱ τὴν Εὐρώπην οἰκοῦντες σχεδὸν ἅπαντες ἐπὶ φιλαργυρίᾳ, ἅμα κερδαίνοντες ἅμα δαπανῶντες τὰ περιγινόμενα αὐτοῖς, οἱ δ' Ἠπειρῶται μάλιστα, Σύρων ὄντες ἄποικοι, ὡς ὁ Πολέμων ἐν πέμπτῃ Ἐξηγήσεων τῆς κατὰ Λουκανὸν τὸν Ῥωμαῖον Ἐμφυλίου Συγγραφῆς ἀπεφήνατο. ὅθενκαὶ Παλαιστήνη πρὸς τῶν ἀρχαίων καλεῖται, ἐν ᾗ Ἡρώδης ποτὲ πρὸς τιμῆς Αὐγούστου Νικόπολιν ἐδείματο τὴν πόλιν παρὰ Λευκάτην καὶ τὸν Ἄκτιον κόλπον, ὅπου Κλεοπάτραν μετ' Ἀντωνίου παρεστήσατο. 47 Ἦν μὲν οὖν τοιοῦτος ὁ βασιλεύς, τὰ δὲ ἄλλα συνετὸς καὶ πεπαιδευμένος, ἐπιεικής τε ἅμα καὶ δραστήριος, μεγαλόδωρός τε καὶ κρείττων ὀργῆς, ἐρυθριῶν τε τοὺς λόγους, ὡς καὶ πλήρωμα χρόνου καὶ βαθμὸν τοῖς τῶν λόγων διδασκάλοις βουληθέντα παρασχεῖν ταῖς αὐτῶν διχονοίαις ἐμποδισθῆναι· πέφυκε γὰρ ἐξ ἀπραγμοσύνης τὸ λογικὸν πρὸς ἑαυτὸ διαφωνεῖν. ἦν οὖν ἀγαθός, ὡς ἔφην, καὶ μηδένα τῶν δεομένων σκυθρωπὸν ἀποπέμπων, ὡς μὴ πόλιν, μὴ φρούριον, μὴ ἐλευσίνιον ἢ λιμένα ἢ τόπον οὖν τινα τῆς πάσης Ῥωμαίων πολιτείας ἀμοιρεῖν τῶν ἐκείνου κατὰ τὸ ἀναγκαῖον δωρεῶν. ὅτι δὲ μόνος αὐτὸς μετὰ Κωνσταντῖνον τὴν τῶν ψυχῶν ἐκούφισε δασμολογίαν, εἰ καὶ μὴ πᾶσαν οὐδὲ γὰρ ἔφθασεν, θεὸν ἐχέτω ἵλεων τῶν ὅπως δή ποτε πλημμεληθέντων αὐτῷ· καὶ γὰρ ἄνθρωπος ἦν. πολλῶν δὲ ὄντων καὶ ὑπὲρ τῶν κοινῶν ὧν Ἀναστάσιος ἔπραξεν, ἀρκέσει μόνη πρὸς ἀπόδειξιν ἡ παρ' αὐτοῦ ὑπὲρ Εὐφράτην κατασκευασθεῖσα πόλις ∆άραν αὐτὴν οἱ ἐπιχώριοι, Ἀναστασίου δὲ πόλιν ἐξ αὐτοῦ προσαγορεύουσι καθ' ἡμᾶς, ἣν εἰ μὴ θεὸς πρὸς ἐκείνου ταῖς φάρυγξι Περσῶν ἐπέβρισεν, ἔκπαλαι ἂν τὰ Ῥωμαίων Πέρσαι, οἷον προσεχῆ αὐτοῖς ἐστιν, κατεσχήκεσαν. 208 48 Χαλεπὸν δὲ οὐδὲν καὶ μιᾶς αὐτοῦ σκοτίας καὶ λανθανούσης ἔτι ἐπιμνησθῆναι πράξεως· δεῖ γὰρ καὶ τῶν ἰδικῶν τἀνδρὸς ἀρετῶν μίαν ἐναποθέσθαι τῷ λόγῳ. Παῦλος ἀνὴρ εὐπατρίδης ἐκ Βιβιανοῦ πατρὸς ἐπισημοτάτου γέγονεν ὑπ' αὐτῷ, ὃς καὶ τοὺς πώποτε τῶν ἔμπροσθεν ἐπὶ μεγαλοφροσύνῃ θαυμασθέντων ὑπάτων ταῖς φιλοτιμίαις ἀπέκρυψεν. οὗτος χρειῶν ἰδιωτικῶν ἕνεκα λυσιτελῶν αὐτῷ ἐπωφείλησε Ζηνοδότῳ, ὃς καὶ αὐτὸς τοῖς ὑπάτοις προσετέθη, τοῦ ἀξιώματος καὶ μόνου τυχών, ἀναφαίρετον χρυσίον εἰς χιλίας χρυσίου λίτρας συναγόμενον. τοῦ δὲ Παύλου πρὸς τὴν ἔκτισιν ἀθυμοῦντος, ὁ Ζηνόδοτος ποτνιώμενος τὸν Ἀναστάσιον ἀντεβόλει ἀμύνειν αὐτῷ. ὁ δὲ συνορῶν μηδὲ τὸν Παῦλον ἀρκεῖν πρὸς ἀπόδοσιν μηδὲ Ζηνόδοτον πρὸς ἔνδοσιν, δύο χιλιάδας χρυσίου δέδωκε λιτρῶν αὐτῷ, τὰς μὲν χιλίας τῷ χρήστῃ, τὰς δὲ λειπομένας τοσαῦται δὲ ἦσαν τῷ Παύλῳ χαρισάμενος. 49 Ἐγὼ δὲ ἀναστρέφω τῷ λόγῳ πρὸς Μαρῖνον. ἐκλαβὼν τοίνυν Σύρος ἀνὴρ καὶ πονηρὸς ὡς ἐπιεικὲς τοὺς φόρους, τὰ μὲν βουλευτήρια πασῶν παρέλυσε τῶν πόλεων, ἀπεμπολῶν τοὺς ὑπηκόους παντί, ὡς ἔτυχεν, εἰ μόνον αὐτῷ τὸ πλέον ὑπόσχοιτο, καὶ ἀντὶ τῶν ἀνέκαθεν στηριζόντων τὰ προστάγματα βουλευτῶν προχειρίζεται τοὺς λεγομένους βίνδικας οὕτως γὰρ ἔθος Ἰταλοῖς νεμέτορας θεῶν ἀποκαλεῖν, οἳ παραλαβόντες τοὺς συντελεῖς οὐδὲν πολεμίων ἧσσον τὰς πόλεις διέθηκαν. καὶ γίνεται μὲν πολύχρυσος, εἴπερ τις ἄλλος, ὁ βασιλεὺς καὶ μετ' αὐτὸν ὁ Μαρῖνος καὶ ὅσοι Μαρινιῶντες ἁπλῶς,