1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

52

βασιλέως Στοᾶς, ὥστε, ἐκείνων τῶν ἐπὶ χρήμασι δικῶν ἀκροωμένων, αὐτόν, ὡς ἔφθημεν εἰπόντες, ἀγρυπνεῖν. 236 66 Οὐκ ἦν οὖν τὸ λοιπὸν οὐ δικηγόρῳ σπουδὴ λόγῳ κοσμῆσαι τὴν συνηγορίαν πείθειν ἄρχοντα δυναμένῳ μέγιστον, οὐδενὸς τὸ λοιπὸν ἐπὶ Σηκρήτου πραττομένου, οὐ πρεσβείας ἢ μονομεροῦς ἐντυχίας ἢ διδασκαλικοῦ ἢ μετρήσεως ἢ ἐξισώσεως ἤ τινος ἑτέρου τῶν πάντων, ὥστε λοιπὸν οὐδένα τῶν ἔμπροσθεν εἰωθότων εὐδοκιμεῖν περὶ λόγους τοιούτοις τισὶν ἐπαγρυπνεῖν. τίνι γὰρ ἤμελλέ τις ἀρέσκειν ἢ τίνος χάριν τῶν ἐπαίνων ἀντέχεσθαι ὅτε μηδὲ μάρτυς ἦν τις ἢ ὅλως ἐπαινεῖν τὸ σχῆμα τῶν δικαστηρίων δυνάμενος; ἔνθεν ἀπόλωλεν ἡ τάξις καί, πραγμάτων οὐκ ὄντων, ἀσχήμων ἐρημία κατερρύπωσε τὸ δικαστήριον· οἰμωγαί τε καὶ δάκρυα τῶν πρὸς τὸ πέρας τῆς στρατείας ἀφικνουμένων, εἰς γῆρας ἄπορον καταφερομένων. εἰκότως οὖν οὐδεὶς ἐπὶ στρατείαν ἀπήγγελλεν, τὸ πρὶν εἰωθός, ὑπὲρ χιλίους κατ' ἔτος ἕκαστον ταχυγράφους στρατευομένους τοῖς παυομένοις τῶν πόνων, μάλιστα τῷ λεγομένῳ ματρικουλαρίῳ, ἀντὶ τοῦ τῶν καταλόγων φύλακι, πόρον οὐ μικρὸν περιποιεῖν. καὶ ταύτης ἐγὼ μετέσχον τῆς ἀστοχίας, μηδὲ τὴν ἐφήμερον δαπάνην ἐν τῷ πληροῦν τὴν στρατείαν εὑράμενος. μαρτυρούσης γάρ μοι τῆς Ἀληθείας, ἕνα ταχυγράφον παρ' ὅλον τὸν ἐνιαυτὸν τοῦ πληρώματος οὐκ οἶδα στρατευσάμενον, πολυτρόπου τῆς ἀφορμῆς τυγχανούσης· πρῶτον μὲν τῆς ἐν τοῖς πράγμασι παντελοῦς ἀπορίας, εἶτα δὲ καὶ τῆς τῶν καλουμένων προβατωριῶν δυσπορίστου μεταλήψεως· καὶ ὅπως, ἐρῶ. 67 Ἡ παλαιότης πέντε χρυσίνους οἶδε παρεχομένους τοῖς μεμοριαλίοις ὑπὲρ προβατωρίας ἀδιούτωρος πρὸς τὴν ἔπαρχον ἐξουσίαν καταπεμπομένης καὶ τότε, ἡνίκα κατὰ τὸν μυθικὸν ὁ χρυσοῦς αἰὼν ἐξέλαμπεν· νῦν δέ, ὅτε οὐδὲ ὄνομα ἔστιν εὑρεῖν τῷ καθ' ἡμᾶς χρόνῳ ἀρκοῦν ἐπιδεῖξαι τὴν ἐν αὐτῷ μοχθηρίαν, 238 εἴκοσι χρυσῶν ἔκριναν αὐτοῖς ἀποδίδοσθαι τὴν προβατωρίαν. ὡς δὲ ἔγνωσαν μηδένα τολμᾶν, μᾶλλον δὲ μὴ ἔχειν τοσούτου χρήματος προβατωρίαν πορίζεσθαι, τύπον πραγματικὸν ἑαυτοῖς ἐξεμύζησαν μηδενὶ συγχωροῦντα γραμμάτων ἄνευ βασιλικῶν ἐπὶ στρατείαν ὑπὸ τοῖς ἐπάρχοις διαβαίνειν. τὸ δὲ ὅλον πρὸς ἀτιμίας ἐπράττετο τῆς ἀρχῆς, τοῦ νόμου δόντος ἀνέκαθεν αὐτῇ, δι' οἰκείων ψήφων οὓς ἂν ἐθέλῃ τοῖς ταχυγράφοις τοῦ δικαστηρίου συναριθμεῖν· καὶ πολλοὺς αὐτὸς ἐπίσταμαι ἀπὸ διαλαλιᾶς στρατευσαμένους, διαπρέψαντάς τε ἅμα καὶ τὴν ζώνην ἐντίμως ἀποθεμένους. καὶ ταύτης δὴ οὖν τῆς ὁδοῦ τὸ λοιπὸν σχολαζούσης, εἰς παντελῆ δυστυχίαν ἤλασε τὰ τῆς τάξεως· τὸ δὲ τῶν καλουμένων ματρικουλαρίων ῥιζόθεν ἀνασπασθὲν ὄλωλε φρόντισμα. καὶ τί λέγω, αὐτῶν πάντων καθ' ὁμαλοῦ μετὰ τὸ τῆς στρατείας πέρας ἐν ἀπορίᾳ αἰσχρᾷ ὀδυνηρὸν τὸν λοιπὸν τῆς ζωῆς χρόνον παρασυρόντων; τὴν οὖν στρατείαν ἀπεθέμην τεσσαράκοντα ἐνιαυτοὺς προσεδρεύσας καὶ μηδὲν παρὰ τὴν ἐπωνυμίαν τοῦ πληρώματος ἀπενεγκάμενος. καὶ καλὸν μὲν ἀναχωρῆσαι τὸ λοιπὸν τῆσδε τῆς τραγῳδίας, ἀποχρώσης τῆς ἐκβάσεως ἐπιδεῖξαι τὴν ἀλήθειαν, πλὴν καὶ ἄλλης χρῆναι νομίζω ἀφηγήσεως ἅψασθαι. 68 Νόμος ἀρχαῖος ἦν πάντα μὲν τὰ ὅπως οὖν πραττόμενα παρὰ τοῖς ἐπάρχοις, τάχα δὲ καὶ ταῖς ἄλλαις τῶν ἀρχῶν, τοῖς Ἰταλῶν ἐκφωνεῖσθαι ῥήμασιν. οὗ παραβαθέντος, ὡς εἴρηται, οὐ γὰρ ἄλλως, τὰ τῆς ἐλαττώσεως προὔβαινεν. τὰ δὲ περὶ τὴν Εὐρώπην πραττόμενα πάντα τὴν ἀρχαιότητα διεφύλαξεν ἐξ ἀνάγκης διὰ τὸ τοὺς αὐτῆς οἰκήτορας, καίπερ Ἕλληνας ἐκ τοῦ πλείονος ὄντας, τῇ τῶν Ἰταλῶν φθέγγεσθαι φωνῇ, καὶ μάλιστα τοὺς δημοσιεύοντας. ταῦτα μετέβαλεν ὁ Καππαδόκης εἰς γραώδη τινὰ καὶ χαμαίζηλον ἀπαγγελίαν, οὐχ ὡς σαφηνείας φροντίζων, ἀλλ' ὅπως πρόχειρα ὄντα καὶ κοινὰ μηδεμίαν ἐμποιοῖ δυσχέρειαν τοῖς κατὰ σκοπὸν αὐτοῦ πληροῦν τὰ μηδαμόθεν αὐτοῖς ἀνή 240 κοντα τολμῶσιν. πράττων γὰρ καὶ γράφων καὶ καινοτομῶν καὶ ἐκ παντὸς τρόπου σαλεύων τὴν ἀρχαιότητα, οὐ τοῖς ἁρμοδίοις τῶν χωρῶν ἐπιστάταις, οὓς καλοῦσι τρακτευτάς, ἀντὶ τοῦ κλιματάρχας, ἢ διαψηφισταῖς ἐδίδου κατὰ τὸ σύνηθες