54
πραίτωράς τε καὶ κυαισίτωρας, κατὰ τήν ποτε κρατήσασαν παρὰ Ῥωμαίοις συνήθειαν, ὡς προαφηγησάμεθα. τῶν δὲ τοῖς ἁμαρτήμασι τοῦ δήμου ἐπεξιόντων σφοδρότερον, ἀναστὰν τὸ πλῆθος καὶ εἰς κακοδαίμονα συναχθὲν ὁμόνοιαν πᾶσαν ἐγγὺς τὴν πόλιν ἐνέπρησεν· καὶ ὁ μὲν Καππαδόκης ἄφαντος ἐγένετο, ἀρχῆς δὲ λαβόμενον τὸ πῦρ ἐκ τῶν τῆς αὐλῆς εἰσόδων, εἶτα ἐξ αὐτῶν ἐπὶ τὸ Πρῶτον Ἱερόν, ἐξ οὗ ἐπὶ τὴν Ἰουλιανοῦ Γερουσίαν, ἣν καλοῦσι Σενᾶτον κατὰ τὴν Αὐγούστου Πανήγυριν, ἀφ' ἧς ἐπὶ τὴν ἀγοράν, ἣν καλοῦσι Ζεύξιππον ἀπὸ Ζευξίππου βασιλέως, ὑφ' ᾧ ἐπὶ τῆς τριακοστῆς ὀγδόης Ὀλυμπιάδος Μεγαρεῖς εἰς Βυζάντιον ἀποικήσαντες πρὸς τιμὴν αὐτοῦ τὴν ἀγορὰν οὕτως ἐπωνόμασαν, καθάπερ τὰς Χαριδήμου Στοὰς οἱ Κύζικον οἰκίσαντες Μεγαρεῖς· καὶ οὗτος βασιλεῦσαι Ἑλλήνων μνημονεύεται, ὡς ὁ Κάστωρ ἐν Ἐπιτομῇ Χρονικῶν ἀπέθετο. τὸ γὰρ δημόσιον βαλανεῖον Σεβήρειον ἀπὸ Σεβήρου, Ῥωμαίων ἡγησαμένου, παρω 246 νόμασται, ὃς ἀρθρίτιδι νόσῳ ἐνοχλούμενος ἐδείματο τὸ βαλανεῖον, προσκαρτερῶν τῇ Θρᾴκῃ διὰ τὴν πρὸς Νίγρον διαφοράν. τῶν δὲ τηλικούτων σωμάτων εἰς πῦρ μεταβαλόντων, ἡρπάγησαν μὴν αἱ μέχρι τῆς Κωνσταντίνου Ἀγορᾶς τὴν πόλιν διευθύνουσαι στοαί, κάλλει καὶ μεγέθει κιόνων εὐγράμμως διασκηνοῦσαι τὴν πλατεῖαν· Καμπανοὶ ταύτας εἰς χάριν Κωνσταντίνου λέγονται κατασκευάσαι, ἀπὸ Παρθενόπης τῆς καθ' ἡμᾶς Νεαπόλεως καὶ τῆς ποτε ∆ικαιαρχίας, νῦν δὲ Πουτεόλων, εἰς Βυζάντιον πρὸς χάριν, ὡς εἴρηται, τοῦ βασιλέως παραγενόμενοι. συναπετεφρώθη οὖν πῶς γὰρ οὐκ ἤμελλον; τὰ συνημμένα τοῖς μέσοις πρὸς τὸ βορραῖον καὶ νότον ἄνεμον οἰκοδομήματα καὶ ὄρος ἦν ἡ πόλις καὶ βουνοὶ μέλανες ἀπερρωγότες, καθάπερ ἐν Λιπάρῃ ἢ Βεσβίῳ, κόνει καὶ καπνῷ καὶ δυσωδίᾳ τῶν ἀποτεφρουμένων ὑλῶν ἀοίκητος, φόβον ἐλεεινὸν τοῖς θεωμένοις ἐνσείουσα. καὶ ὁ μὲν δῆμος, μᾶλλον δὲ τὸ βάρβαρον καὶ ἀνελεὲς πλῆθος, ποιναῖς ταῖς ἀξίαις πρὸς αὐτῆς ὑπεστάλη τῆς νίκης, εἰς πέντε σύνεγγυς μυριάδας σιδήρῳ χύδην διαφθαρέν, ἡ δὲ πόλις ἔρριπτο πυρὶ καὶ χώμασι καὶ λειψάνων ἀμορφίᾳ κατάπληκτος. ἀλλὰ θεὸς μόνου γὰρ ἦν αὐτοῦ τὴν τοσαύτην παραμυθήσας ̣end of f 95v ......... 71 ... ̣line 8 of f 98v ἐνίκησε δὲ ὅμως μετὰ θεὸν ἡ βασιλέως Τύχη κατὰ πάντα τὸν ἐρειπιῶνα καὶ ἐν βραχεῖ χρόνῳ· κρείττων δὲ ἡ πόλις καὶ καλλίων ὤφθη ἰσχυρά τε ὁμοῦ καὶ ἀσφαλής, καθάπερ ἐξ ἀμόρφου ὕλης αὖθις τοῦ ∆ημιουργοῦ, καθάπερ τότε, τὸ πᾶν εἰς φῶς μόνῃ τῇ δυνάμει τῆς βουλῆς ἀνακαλοῦντος. 248 72 Πέρας οὖν τοῦτο τῆς πρώτης λῃσταρχίας τοῦ πονηροῦ Καππαδόκου. ἀντίρροπον δὲ θεὸς τῇ κακίᾳ εὐμένειαν ταῖς συμφοραῖς ἐπιδέδωκεν. Φωκᾶς γέγονεν ἀνὴρ εὐπατρίδης, Σαλβίου μὲν τοῦ δικαιοτάτου ἔγγονος, Κρατέρου δὲ τοῦ πάντων εὐσεβεστάτου παῖς, ὃς τὰ πρῶτα τοῖς λεγομένοις σιλεντιαρίοις τῆς αὐλῆς διαπρέψας, τοὺς πώποτε ἐπὶ τῇ μεγαλειότητι ψυχῆς θαυμασθέντας μετὰ δόσεων ἀμετρίας ὑπερβαλλόμενος, ἐπὶ τοὺς πατέρας τῆς βασιλείας κατ' ἀξίαν ἀνῆλθεν. πλούτῳ κομῶν καὶ τοῖς δεομένοις ἐπαρκῶν, αὐτὸς ἑαυτῷ μόνῳ τὴν φειδωλίαν διέσῳζεν· δίαιτα γὰρ ἦν αὐτῷ καὶ τροφῆς ἀσιτία τοσαύτη ὅση τοῖς ἄγαν μεμετρημένοις τὸν βίον ἐν εὐτελέσιν ἠριθμεῖτο. καὶ τῆς μὲν περιουσίας τύχης αὐτοῦ ἀξίως τὰ τῆς ἑστίας διένεμε τοῖς φίλοις, αὐτὸς δὲ μόναις ταῖς τῶν δαιτυμόνων εὐθυμίαις ἐτρέφετο, σεμνὸς μὲν καὶ φιλόκαλος ὢν ἀλλ' οὐ καλλωπιστής. ἐξ αὐτοῦ καὶ μόνου ̣end of f 98ṿ ... 73 ... καὶ δόλον ῥάπτειν, αἰτεῖν μὲν ἠρυθρία τῶν ἀναγκαίων δεόμενος, ἔστενε δὲ καὶ οἴμωζε καὶ δάκρυσι πεφορτωμένος τὰς ὄψεις δῆλος ἦν καὶ τοῖς ἄγαν ἀγνοοῦσιν αὐτὸν ὡς εἴη λυπούμενος. τοῦτον ὁ Φωκᾶς ἐκ τύχης ἰδών, καὶ ὡς ἀνὴρ ἀγαθὸς καὶ λαβεῖν ἱκανὸς ψυχῆς ὀδύνην ἐκ μόνης ὀλιγωρίας τοῦ προσώπου γνωριζομένην, εἰπεῖν τι πρὸς αὐτὸν ἀνεβάλλετο· ἐμὲ δὲ μεταστειλάμενος καὶ γὰρ ἀγαπᾶν παρὰ τοὺς ἄλλους ἠξίου, 250 ἀπατώμενος μᾶλλον ὡς εἴη περὶ λογυδρίων τινῶν δῆθεν οὐκ ἄφροντις καὶ χάριν ἐθέλων παρ' ἐμοῦ λαβεῖν, ἠξίου περινοῆσαί τινα πρὸς διδασκαλίαν αὐτῷ τῆς Ἰταλίδος φωνῆς, Λίβυν ἐπιζητῶν· αὐτὸν γὰρ