1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

2

χάριτος εἰσδυόμενα μο νιμώτερόν πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Τί γὰρ οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρίας τὸ με γαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέ λειον; οὐ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴποις τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδη μίας Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεως, ἐπαγγελίαι δόξης, μυστηρίων ἀπο καλύψεις· πάντα, ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμιείῳ, τῇ βίβλῳ τῶν Ψαλμῶν τεθησαύρισται, ἣν, πολλῶν ὄντων ὀργάνων μουσικῶν, πρὸς τὸ λεγόμε νον ψαλτήριον ἥρμοσεν ὁ προφήτης, τὴν ἄνωθεν, ἐμοὶ δοκεῖν, ἐνηχοῦσαν αὐτῷ χάριν παρὰ τοῦ Πνεύματος ἐνδεικνύμενος, διότι τοῦτο μόνον τῶν μουσικῶν ὀργάνων τὴν αἰτίαν τῶν φθόγγων ἐκ τῶν ἄνωθεν ἔχει. Τῇ κιθάρᾳ μὲν γὰρ καὶ τῇ λύρᾳ κάτω θεν ὁ χαλκὸς ὑπηχεῖ πρὸς τὸ πλῆκτρον· τὸ ψαλτή ριον δὲ τοῦτο τῶν ἁρμονικῶν ῥυθμῶν ἄνωθεν ἔχει τὰς ἀφορμάς· ἵνα καὶ ἡμεῖς τὰ ἄνω ζητεῖν μελετῶ μεν, καὶ μὴ τῇ ἡδονῇ τοῦ μέλους ἐπὶ τὰ τῆς σαρκὸς πάθη καταφερώμεθα. Κἀκεῖνο δὲ οἶμαι τὸν προφη τικὸν λόγον βαθέως ἡμῖν καὶ σοφῶς διὰ τῆς τοῦ ὀργά νου κατασκευῆς ἐνδεδεῖχθαι, ὅτι οἱ ἐμμελεῖς καὶ εὐ άρμοστοι τὰς ψυχὰς ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ ἄνω πορείαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὴν ἀρχὴν τῶν Ψαλμῶν. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Οἰκοδόμοι μὲν οὖν μεγέθη κατασκευασμά των εἰς ὕψος αἴροντες, ἀναλογοῦντας τῷ ὕψει τοὺς θεμελίους ὑποβάλλονται· καὶ ναυπηγοὶ, μυριοφόρον συμπηγνύντες ὁλκάδα, συμβαίνουσαν τῷ βάρει τῶν ἀγωγίμων τὴν τρόπιν πήγνυνται. Καὶ ἐν τῇ γενέσει τῶν ζώων ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ τῆς φύσεως, ἀναλογοῦσαν τῷ μέλλοντι συνίστασθαι ζώῳ τὴν παρὰ τῆς φύσεως λαμβάνει καταβολήν· διότι συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς περιυφαινομένου τοῦ σώματος, αἱ κατὰ τὰ μεγέθη διαφοραὶ τῶν ζώων ἀποτελοῦνται. Ὅπερ οὖν θεμέλιος ἐν οἴκῳ, καὶ 29.216 ἐν πλοίῳ τρόπις, καὶ ἐν σώματι ζώου καρδία, ταύ την μοι δοκεῖ τὴν δύναμιν ἔχειν πρὸς τὴν ὅλην τῶν Ψαλμῶν κατασκευὴν [καὶ] τὸ βραχὺ τοῦτο προοί μιον. Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόν τος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προ λαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπι τήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπό ρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πό νους ἡ τῆς ἐπικαρπίας ἐλπίς. ∆ιὸ καὶ ὁ κοινὸς τοῦ βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβά λετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγα θῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπο ρεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰη σοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρε πτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ, ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθο νος χάρις, ὁ ἀδαπάνητος θησαυρός. Ἀμαθεῖς δὲ ἄνθρωποι καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγα θοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγίειαν, περιφάνειαν βίου· ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει· οὐ μόνον καθότι ῥᾳ δίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Τίς γὰρ δίκαιος διὰ χρήματα; τίς σώφρων διὰ ὑγίειαν; Τοὐναντίον μὲν οὖν, καὶ ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις