1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

86

ὀλισθηρὰν τὴν παρου σίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη, ἀφ' οὗ γεγόνα σιν, ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον μεταβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρ κῶς συντηρῆσαι. Καλῶς οὖν εἴρηται τὸ, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Μὴ τῇ ψυχῇ σου προσπάθῃς· ἀλλὰ τὸ ἀπ' αὐτοῦ χρήσιμον καταδέχου, μὴ ὡς ἕν τι τῶν ἀγαθῶν ὑπεραγαπῶν καὶ θαυμά ζων, ἀλλ' ὡς ὀργανικὴν αὐτοῦ τὴν ὑπηρεσίαν αἱρού μενος. Εἶτα ἐπάγει πᾶσι τοῖς εἰρημένοις ἀπόφασιν, οὐκέτι ἰδίων ῥημάτων, ἀλλ' ἣν παρ' αὐτοῦ ἤκουσε τοῦ Θεοῦ. Ἅπαξ γὰρ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. Καὶ μηδένα ταρασσέτω ὡς πα ράδοξον τὸ εἰρημένον, πῶς ὁ μὲν Θεὸς ἅπαξ ἐλάλη σεν, ὁ δὲ Προφήτης δύο ἤκουσε. ∆υνατὸν γὰρ ἅπαξ μέν τινα λαλῆσαι, ἐν δὲ τῷ ἅπαξ πολλὰ εἶναι τὰ λα ληθέντα. Ἄνθρωπος γάρ τις, συντυχών τινι ἅπαξ, περὶ πολλῶν διελέχθη· καὶ δύναται ὁ ἀκούσας αὐτοῦ τῶν ῥημάτων εἰπεῖν ὅτι, Ἅπαξ μέν μοι ἐφθέγξατο, περὶ πολλῶν δὲ ἐλάλησε. Τοῦτό ἐστι τὸ εἰρημένον νῦν· Ἡ μὲν Θεοῦ ἐπιφάνεια ἅπαξ μοι γέγονε, δύο δὲ πράγματά ἐστιν ἃ ἐλάλησεν. Οὐκ εἶπεν· Ἓν ἐλάλη σεν ὁ Θεὸς, δύο δὲ ταῦτα ἤκουσα· οὕτω γὰρ ἂν ἔδοξέ τινα ἔχειν ὁ λόγος πρὸς ἑαυτὸν ἐναντίωσιν. Τίνα οὖν ἦν τὰ δύο ἃ ἤκουσεν; Ὅτι, Τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος. Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, καὶ ὁ αὐτὸς ἐλεήμων. Μήτε οὖν ἐλπίζετε ἐπ' ἀδικίαν, μήτε πλούτῳ προστίθεσθε, μή τε αἱρεῖσθε ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτή ριον διεφθαρμένον περιφέρετε. Εἰδότες, ὅτι κρα ταιὸς ἡμῶν ὁ ∆εσπότης, φοβήθητε αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπογνῶτε αὐτοῦ τῆς φιλανθρωπίας. Πρὸς μὲν οὖν τὸ μὴ ἀδικεῖν, ἀγαθὸς ὁ φόβος· πρὸς δὲ τὸν ἅπαξ εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύ σω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; ἐκδέχου τού 29.484 των τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοι αῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγα θῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντιδόσεις. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταύτης μεμνημένος παρὰ πάντα σου τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων διαφυγεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΙ∆ʹ ΨΑΛΜΟΝ.

Πάλαι προκαταλαβόντες τὸν ἱερὸν τοῦτον τῶν Μαρτύρων σηκὸν, ἐκ μέσης

νυκτὸς τὸν Θεὸν τῶν μαρ τύρων διὰ τῶν ὕμνων ἐξιλεούμενοι, διεκαρτερήσατε μέχρι τῆς μεσημβρίας ταύτης, τὴν ἡμετέραν ἄφιξιν ἀναμένοντες. Ὑμῖν μὲν οὖν καὶ ὕπνου καὶ ἀναπαύ σεως τὴν εἰς τοὺς μάρτυρας τιμὴν καὶ τὴν τοῦ Θεοῦ λατρείαν προτιμῶσιν, ἕτοιμος ὁ μισθός. Εἰ δὲ δεῖ καὶ ἡμᾶς ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογήσασθαι, τῆς διατρι βῆς ἕνεκεν καὶ τῆς ἐπὶ πλεῖστον ἀπολείψεως ὑμῶν, ἐροῦμεν τὴν αἰτίαν, ὅτι ἄλλην ὁμότιμον ταύτῃ τοῦ Θεοῦ ἐκκλησίαν οἰκονομοῦντες, οὐκ ὀλίγῳ πρὸς ὑμᾶς διειργομένην τῷ διαστήματι, τὸν χρόνον τοῦτον τῆς ἡμέρας καταναλώσαμεν. Ἐπεὶ οὖν ἔδωκεν ὁ Κύ ριος κἀκείνοις πληρῶσαι τὴν λειτουργίαν, καὶ μὴ διαμαρτεῖν τῆς