1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

47

ἐκταράσσει· καὶ ἁπαξαπλῶς πάντα τὰ πάθη συγχυτικὰ καὶ ἐκταρακτικὰ τοῦ διορατικοῦ τῆς ψυχῆς ἐστι. Καὶ ὡς οὐ δυνατὸν τεθολωμένῳ ὀφθαλμῷ ἀκριβῆ λαβεῖν τῶν ὁρατῶν τὴν κατάληψιν, οὕτως οὐδὲ τεθολωμένῃ καρδίᾳ τῇ κατανοήσει τῆς ἀληθείας ἐπιβαλεῖν. Ἀναχωρῆσαι οὖν δεῖ τῶν τοῦ κόσμου πραγμάτων, καὶ μήτε δι' ὀφθαλμῶν, μήτε δι' ὤτων, μήτε δι' ἄλλης τινὸς αἰσθήσεως ἐπεισάγειν ἀλλοτρίους λογισμοὺς τῇ ψυχῇ. Θορύβων γὰρ ἀσιγή των καὶ στάσεων ἀδιαλλάκτων ἀναπιμπλῶσι τὰ ἔν δον οἱ τοῦ φρονήματος τῆς σαρκὸς ἐπανιστάμενοι πό λεμοι. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου. Ταῦτα, φησὶν, ἀκουσάτωσαν οἱ πραεῖς, ὅτι ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ τῷ χαλεπῷ, ὅτε πᾶς μὲν θυμὸς τῶν μνησικακούντων ἐκινεῖτο κατ' ἐμοῦ, πᾶσα δὲ χεὶρ ἐπ' ἐμὲ ὡπλίζετο, γυμνὸς δὲ ἐγὼ καὶ ἄοπλος ἕτοιμος εἰς πᾶσαν αἰκίαν ἐξεκείμην τοῖς πολεμίοις, τότε οὐ συνεχύθην τοὺς διαλογισμοὺς τῷ φόβῳ, οὐκ ἐξεκρούσθην ἐκ τῆς τοῦ Θεοῦ ἐννοίας, οὐκ ἀπέγνων τῆς ἐμαυτοῦ σωτηρίας, ἀλλ' ἐξεζήτησα τὸν Κύριον Οὐχὶ ἐζήτησα μόνον ἁπλῆν τινα καὶ χρονικὴν πρὸς τὸν Κύριον ἐλπίδα, ἀλλ' ἐξεζήτησα. Πλεῖον γάρ τι δηλοῖ παρὰ τὸ ζητῆσαι ἡ ἔμφασις τοῦ ἐκζητῆσαι, ὡς καὶ παρὰ τὴν ἔρευναν ἡ ἐξερεύνησις. Ἐξέλιπον γὰρ ἐξερευνῶντες ἐξερευνήσεις. Πολλὴν οὖν τινα σχολὴν καὶ ἀταραξίαν ὁ λόγος παρίστησι διὰ τῆς ἐκζητήσεως. 29.360 Καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Πᾶσα ἡ τοῦ δικαίου ζωὴ τεθλιμμένη ἐστὶ, καὶ Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. ∆ιὰ τοῦτο καὶ ὁ Ἀπόστο λός φησιν, Ἐν παντὶ θλιβόμενοι· καὶ, Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ῥύεται δὲ ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπά νων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν. Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύ ναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ἐῤῥύσατό με, οὐχὶ μὴ ἐῶν με θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνα σθαι ὑπενεγκεῖν, χαριζόμενος. Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, τούτοις παρακελεύεται προσ ελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵν', ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες τῇ ἀληθείᾳ, χάριτι τὸν φωτισμὸν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὥσπερ γὰρ τὸ αἰσθητὸν τοῦτο φῶς οὐ πᾶσιν ὁμοίως ἀνατέλλει, ἀλλὰ τοῖς ἔχουσιν ὀφθαλ μοὺς, καὶ ἐγρηγορόσι, καὶ ὑπ' οὐδενὸς κωλύματος ἀπολαύειν δυναμένοις τῆς τοῦ ἡλίου ἐπιδημίας· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, Τὸ ἀληθινὸν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό σμον, οὐ πᾶσι τὴν ἑαυτοῦ φαιδρότητα χαρίζεται, ἀλλὰ τοῖς ἀξίως αὐτοῦ πολιτευομένοις. Φῶς γὰρ, φησὶν, ἀνέτειλεν, οὐχὶ τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ. Ὡς γὰρ ἀνέτειλε μὲν ὁ ἥλιος, ἀλλ' οὐχὶ ταῖς νυκτε ρίσιν, οὐδὲ τοῖς ἄλλοις ζώοις τοῖς νυκτινόμοις· οὕτω καὶ τὸ φῶς τῇ μὲν ἑαυτοῦ φύσει λαμπρόν ἐστι καὶ φαιδρυντικόν· οὐ πάντες δὲ αὐτοῦ τῆς λαμπηδόνος μεταλαμβάνουσιν. Οὕτω καὶ Πᾶς ὁ τὰ φαῦλα πράσ σων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Προσέλθετε οὖν πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Μακάριος ὁ ἐν τῇ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὅταν ἔλθῃ ὁ Κύριος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν, τολμήσας ὑπὸ τὸ φῶς ἐκεῖνο τῶν ἐλέγχων γενέσθαι, καὶ ἐπανελθὼν ἀνεπαίσχυντος τῷ ἀμόλυντον ἔχειν τὸ συνειδὸς ἀπὸ πονηρῶν ἔργων. Οἱ γὰρ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰσχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ τοὺς τύπους τῶν ἡμαρτημένων. Καὶ τάχα φοβερω 29.361 τέρα τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ αἰωνίου ἡ αἰσχύνη ἐστὶν, ᾗ μέλλουσι συνδιαιωνίζειν οἱ ἁμαρτωλοὶ, ἀεὶ ἐν