1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

36

γένοιτο τοσοῦτον χρόνου διάστημα, ὃ τῇ ἐμῇ ψυχῇ λήθην τῶν τηλικούτων εὐεργεσιῶν ἐμποιῆσαι δυνήσεται;

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΒʹ ΨΑΛΜΟΝ.

Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Συνήθης τῇ

Γραφῇ τῆς ἀγαλλιάσεως ἡ φωνὴ, φαιδροτάτην τινὰ καὶ περιχαρῆ κατάστασιν τῆς ψυ χῆς ἐπὶ τοῖς ἀξίοις εὐθυμίας ἐμφαίνουσα. Ἀγαλ λιᾶσθε οὖν, δίκαιοι, ἐν Κυρίῳ· μὴ ὅταν ὑμῖν εὐ θηνῆται τὰ κατὰ τὸν οἶκον, μὴ ὅταν εὐεκτῆτε τῷ σώματι, μὴ ὅταν αἱ ἄρουραι πληθύνωσι καρπῶν παντοδαπῶν· ἀλλ' ὅτι Κύριον ἔχετε, τοιοῦτον μὲν τὸ κάλλος, τοιοῦτον δὲ τὴν ἀγαθότητα, τὴν σοφίαν τοι οῦτον. Ἀρκείτω ὑμῖν ἡ ἐπ' αὐτῷ εὐφροσύνη. Καὶ ἔοικεν ὁ μετ' εὐφροσύνης καὶ χαρᾶς ἐπαγαλλόμενός τινι τῶν περισπουδάστων, οὕτως ἀγαλλιᾷν ἐπ' αὐτῷ. ∆ιὸ τοὺς δικαίους παρορμᾷ ὁ λόγος αἰσθάνε σθαι μετὰ τοῦ ἀξιώματος, ὅτι τοιούτου ∆εσπότου δοῦλοι εἶναι κατηξιώθησαν, καὶ ἐπαγάλλεσθαι αὐτοῦ τῇ δουλείᾳ μετὰ χαρᾶς ἀμυθήτου καὶ σκιρτημάτων, τῆς καρδίας οἱονεὶ πηδώσης τῷ ἐνθουσιασμῷ τῆς ἀγάπης τοῦ ἀγαθοῦ. Εἴ ποτέ σου τῇ καρδίᾳ οἱονεὶ φῶς ἐμπεσὸν ἀθρόαν Θεοῦ ἔννοιαν ἐνεποίησε, καὶ περιέλαμψέ σου τὴν ψυχὴν, ὥστε ἀγαπῆσαι μὲν τὸν Θεὸν, καταφρονῆσαι δὲ κόσμου καὶ τῶν σωματικῶν πάντων, ἐκ τῆς ἀμυδρᾶς ἐκείνης καὶ βραχείας εἰκόνος γνώρισον τὴν ὅλην τῶν δικαίων κατάστα σιν, ὁμαλῶς καὶ ἀδιακόπως τὴν ἐπὶ τῷ Θεῷ εὐ φροσύνην κατορθούντων. Σοὶ μὲν γὰρ ἐμπίπτει ποτὲ σπανίως ἐκεῖνο τὸ ἀγαλλίαμα κατ' οἰκονο μίαν Θεοῦ, ἵνα σε διὰ μικροῦ γεύματος εἰς ὑπό μνησιν ἀγάγῃ οἵων ἐστέρησαι· τῷ δὲ δικαίῳ διαρκής ἐστιν ἡ θεία καὶ ἐπουράνιος εὐφροσύνη, διότι ἅπαξ αὐτῷ ἐνοικεῖ τὸ Πνεῦμα· πρῶτος δὲ Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη. Ἀγαλλιᾶσθε. οὖν, δίκαιοι, ἐν Κυρίῳ. Οἱονεὶ τόπος χωρητικός ἐστι τῶν δικαίων ὁ Κύριος· ἐν ᾧ τὸν γενόμενον πᾶσα ἀνάγκη εὐθυμεῖσθαι καὶ ἐνευφραίνεσθαι. Γίνεται καὶ ὁ δίκαιος τόπος τῷ Κυ ρίῳ, λαμβάνων αὐτὸν ἐν ἑαυτῷ. Ὁ μὲν ἁμαρτάνων δίδωσι τόπον τῷ διαβόλῳ, παρακούων τοῦ λέγον τος· Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ· καὶ τοῦ Ἐκκλησιαστοῦ· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐν αὐτῷ οὖν 29.325 γενόμενοι τῷ Κυρίῳ, καὶ καθόσον ἐσμὲν δυνατοὶ, κατ οπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτω συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Τοῖς εὐθέσι πρέπει αἴνεσις· ὥσπερ σκολιὸς ποῦς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρ δίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιπρέπει ∆ιὰ τοῦτο, οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖ ται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιή σωσι. Καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαβάρτου ὁ ἅγιος συνιστῆται. Τοιοῦτον καὶ τὸ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Φιλοτιμώμεθα οὖν φυγεῖν πᾶν σκολιὸν ἔργον καὶ στραγγαλιῶδες, καὶ κατορθώσωμεν ὡς εὐθῆ κανόνα τὸν νοῦν ἡμῶν καὶ τὸ κριτήριον τῆς ψυχῆς, ἵνα γενομένοις ἡμῖν εὐ θέσιν ἐπιπρέψῃ ἡ αἴνεσις τοῦ Κυρίου. Ὥσπερ γὰρ ὁ τὴν ἁμαρτίαν καθηγησάμενος ὄφις σκολιὸς λέγε ται, καὶ ἐπάγεται ἡ τοῦ Θεοῦ μάχαιρα ἐπὶ τὸν δρά κοντα τὸν ὄφιν τὸν σκολιὸν, ὅτι πολλὰς ἐκκλί σεις καὶ ἐκτροπὰς ἐν τῇ πορείᾳ ποιεῖται. Συρόμενος γὰρ ὁ ὁλκὸς τοῦ ὄφεως ἀνωμάλως τῇ γῇ ἐπισύρεται, ἄλλως ὁρμώντων τῶν ἔμπροσθεν, καὶ πλαγίως ἐφε πομένων τῶν ἑξῆς, καὶ πάλιν τῶν οὐραίων πρὸς τὸ ἐναντίον ἀπονευόντων. Ὥστε ὁ μὲν τῷ ὄφει ἑπό μενος σκολιὸν καὶ ἀνώμαλον καὶ ἐναντιωμάτων γέ μοντα τὸν βίον ἑαυτοῦ ἐπιδείξεται· ὁ δὲ ὀπίσω Κυ ρίου τοῦ Θεοῦ πορευόμενος εὐθείας ποιεῖται τὰς τρίβους, καὶ ὀρθὰς τὰς τροχιὰς τῶν ποδῶν αὐτοῦ. Εὐθὴς γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ