1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

55

τῆς πείρας ὀστᾶ δικαίων συντετριμμένα, τῶν ἐν τοῖς ὑπὲρ τῆς εἰς Χριστὸν μαρτυρίας παραδόντων ἑαυτοὺς παντοίοις εἴδεσι παθημάτων. Ἤδη γάρ τι νων καὶ σκέλη κατέαξαν οἱ διώκοντες, καὶ χεῖ 29.384 ρας καὶ κεφαλὰς διέπειραν τοῖς ἥλοις πολλάκις. Καί τοι τίς ἀντερεῖ μὴ οὐχὶ πάντων εἶναι δικαιοτάτους τοὺς ἐν τῷ μαρτυρίῳ τετελειωμένους; Ἀλλὰ μήποτε, ὥσπερ ἄνθρωπος λέγεται, τουτέστιν, ἡ ψυχὴ, καὶ ὁ νοῦς ὁ ἀνθρώπινος· οὕτω καὶ τὰ μέλη αὐτοῦ ὁμωνύμως ὀνομάζεται πρὸς τὰ τῆς σαρκός· ὡς πολ λάκις ὀνομάζει ἡ Γραφὴ τοῦ κρυπτοῦ ἀνθρώπου, ἐν τῷ λέγειν· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· τουτέστι προορατικόν ἐστι καὶ περιεσκεμμέ νον τὸ κρυπτὸν τοῦ σοφοῦ. Καὶ πάλιν ὀφθαλμοὺς ὁμοίως λέγει τούς τε τῆς ψυχῆς καὶ τῆς σαρκὸς, οὐ μόνον ἐν ᾗ παρεθέμεθα λέξει, ἀλλ' ἐν τῷ φάσκειν τὴν ἐντολὴν Κυρίου τηλαυγῆ εἶναι καὶ φωτίζουσαν ὀφθαλμούς. Τί δὲ δεῖ λέγειν περὶ τοῦ, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω; ∆ῆλον γὰρ, ὅτι κέκτηνταί τινες ὦτα κρείττονα δυνάμενα ἀκούειν λόγων Θεοῦ. Πρὸς δὲ τοὺς μὴ ἔχοντας ἐκεῖνα τὰ ὦτα τί φησιν; Οἱ κω φοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε· καὶ, Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα· καὶ, Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ταῦτα γὰρ πάντα εἴρηται πρὸς τὰς ὑπουργούσας δυνάμεις ἐπὶ τὴν νοη τὴν τροφὴν καὶ τὸν νοητὸν λόγον. Τοιοῦτον δὲ καὶ τὸ, Τὴν κοιλίαν μου ἀλγῶ· καὶ τὸ, Ὁ ποῦς τοῦ δι καίου οὐ μὴ προσκόψῃ. Πάντα γὰρ ἐπὶ τοῦ ἔσω ἀνθρώπου κατείλεκται τὰ τοιαῦτα. Κατὰ δὲ τὸν αὐ τὸν λόγον καὶ ὀστᾶ τινα ἂν τοῦ ἐν τῷ κρυπτῷ, ἐν οἷς ὁ σύνδεσμος καὶ ἡ ἁρμονία τῶν ψυχικῶν ἐστι δυ νάμεων συγκροτουμένη. Καὶ ὥσπερ τὰ ὀστᾶ τῇ οἰκείᾳ εὐτονίᾳ τῶν σαρκῶν περιστέλλει τὴν ἁπαλότητα, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσί τινες, οἳ διὰ τὴν οἰκείαν στεῤῥότητα τὰ ὑστερήματα δύνανται τῶν ἀσθενούν των βαστάζειν. Καὶ ὥσπερ τὰ ὀστᾶ συνάπτεται ἀλ λήλοις κατὰ τὰς διαρθρώσεις νεύροις καὶ συνδέσμοις ἐπιπεφυκόσιν, οὕτως ἂν εἴη καὶ ὁ τῆς ἀγάπης καὶ τῆς εἰρήνης σύνδεσμος, συμφυΐαν τινὰ καὶ ἕνωσιν τῶν πνευ ματικῶν ὀστέων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κατεργαζό μενος. Περὶ τούτων τῶν ὀστέων τῶν λυομένων ἀπὸ τῆς ἁρμονίας, καὶ οἱονεὶ ἐξάρθρων γινομένων, φησὶν ὁ Προ φήτης· ∆ιεσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Καὶ ἐάν ποτέ γε ταραχὴ αὐτὰ καὶ κρα δασμὸς καταλάβῃ, εὐχόμενος λέγει· Ἴασαί με, Κύ ριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὅταν δὲ σώζῃ τὴν οἰκείαν ἁρμονίαν, φυλαττόμενα ὑπὸ τοῦ Κυρίου, οὐδὲ ἓν αὐτῶν συντριβήσεται, ἀλλ' ἄξιά ἐστι δόξαν ἀνα φέρειν τῷ Θεῷ. Πάντα γὰρ, φησὶ, τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Εἶδες 29.385 λογικῶν ὀστέων φύσιν; Τάχα δ' ἂν τοῦτο ἡ Ἐκκλησία λέγοι, τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κατὰ τὸ τῆς ἀναστάσεως μυστήριον. Τάδε γὰρ, φησὶ, λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα οὖν τὰ ὀστᾶ, ἀπολαβόντα τὴν ζωὴν, εὐχαριστοῦντα τῷ ἀναστήσαντι, ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Ἀκριβῶς πρόσκειται τὸ, Θάνατος ἁμαρτωλῶν πονηρός· διότι ἐστί τις ἐπὶ τῶν δικαίων θάνατος οὐ πονηρὸς τὴν φύσιν, ἀλλ' ἀγαθός. Οἱ γὰρ συναποθα νόντες τῷ Χριστῷ ἐν ἀγαθῷ θανάτῳ γεγόνασι· καὶ οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ τὸν ἀγαθὸν καὶ σωτήριον ἀποτεθνήκασι θάνατον. Ὁ μέντοι τῶν ἁμαρτωλῶν πονηρός. ∆ιαδέχεται γὰρ αὐτοὺς ἡ κόλασις, ὡς καὶ τὸν πλούσιον τὸν ἐνδεδυμένον πορφύραν καὶ βύσ σον, καὶ εὐφραινόμενον καθ' ἡμέραν λαμπρῶς. Καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Οἳ καὶ διὰ τὸ ἐν πλημμελείαις ζῇν μισοῦσι τὸν δίκαιον· ὡς ὑπὸ τῆς ἐν τῷ κανόνι εὐθύτητος, τῷ τρόπῳ τοῦ δικαίου, οὕτως αὐτοὶ τῇ παραθέσει τοῦ βελτίονος ἐλεγχόμενοι. Καὶ διότι ἐν ἁμαρτίαις ζῶσι, μισητικῶς διάγουσι πρὸς τὸν δίκαιον φόβῳ τῶν ἐλέγχων· καὶ διότι μισοῦσι, πάλιν ἁμαρτίαις ἑαυτοὺς περιβάλλουσι. Πολλαὶ γὰρ αἱ προφάσεις δι' ἃς ἂν μισηθείη ὁ δί καιος· ἥ τε παῤῥησία ἡ ἐν τοῖς ἐλέγχοις. Μι σοῦσι γὰρ ἐν πύλαις ἐλέγχοντα, καὶ