1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

70

χαρίσασθαι τὴν εἰρήνην τοῖς τέως ταρασσομένοις ὑπὸ τῶν πολεμίων, τότε λέγει τὸ, Σχολάσατε ἀπὸ τῶν περισπώντων ὑμᾶς ἐχθρῶν, ἵνα ἐν ἡσυχίᾳ τοὺς περὶ τῆς ἀληθείας θεωρήσητε λόγους. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος, Πᾶς ὅστις οὐκ ἀποτάσσε ται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Σχολάσαι οὖν δεῖ ἀπὸ τῶν γαμικῶν ἔργων, ἵνα σχολάσωμεν τῇ προσευχῇ· σχολάσαι ἀπὸ τῶν περὶ τὸν πλοῦτον σπουδῶν, ἀπὸ τῆς περὶ τὸ δοξά ριον τοῦτο ἐπιθυμίας, ἀπὸ τῶν πρὸς ἀπόλαυσιν ἡδο νῶν, ἀπὸ φθόνου καὶ πάσης τῆς εἰς τὸν πλησίον ἡμῶν πονηρίας, ἵνα, γαληνιώσης ἡμῶν τῆς ψυχῆς καὶ ὑπ' οὐδενὸς πάθους ταρασσομένης, οἷον ἐν κατόπτρῳ τινὶ καθαρὰ γένηται καὶ ἀνεπισκότητος ἡ ἔλ λαμψις τοῦ Θεοῦ. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Σαφῶς ταῦτα λέγει περὶ τοῦ καθ' ἑαυτὸν πάθους ὁ Κύριος, καθὼς ἐν τῷ Εὐαγ γελίῳ γέγραπται· Κἀγὼ, ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ ὅτι ὥσπερ Μωϋ σῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψω θῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ὑψοῦσθαι πρὸς τὸν σταυ ρὸν, καὶ ὑπὲρ πάσης τῆς γῆς τὴν ὕψωσιν καταδέχε σθαι, διὰ τοῦτό φησιν· Ὑψωθήσομαι ἐν τοῖς ἔθνε σιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἐπαγαλλόμενος τῇ τοῦ Θεοῦ βοηθείᾳ, δὶς τὴν αὐτὴν φωνὴν ἐξεβόησε· Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν· οἱονεὶ ἐπεμβαίνων καὶ ἐναλλόμενος τῷ ἐχθρῷ, διὰ τὴν τελείαν ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν πεποί θησιν, ὡς οὐδὲν πεισόμενος παρ' αὐτοῦ. Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Ὁ τῷ Ἰακὼβ 29.432 τὴν νίκην χαρισάμενος, καὶ μετὰ τὴν πάλην ἀποδεί ξας αὐτὸν Ἰσραὴλ, οὗτός ἐστιν ἀντιλήπτωρ ἡμῶν· αὐτὸς πολεμεῖ ὑπὲρ ἡμῶν. Ἡμεῖς δὲ ἡσυχάσωμεν, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. Ἐφαντάσθησαν μέν τινες καὶ τῶν ἔξω περὶ τοῦ ἀνθρωπείου τέλους, καὶ διαφόρως ἠνέχθησαν εἰς τὴν περὶ τοῦ τέλους ἔννοιαν. Οἱ μὲν γὰρ ἀπεφή ναντο τέλος εἶναι τὴν ἐπιστήμην, οἱ δὲ τὴν πρακτι κὴν ἐνέργειαν· ἄλλοι τὸ διαφόρως χρῆσθαι τῷ βίῳ καὶ τῷ σώματι· οἱ δὲ βοσκηματώδεις ἡδονὴν ἀπεφή ναντο εἶναι τὸ τέλος. Ἡμῖν δὲ τέλος, οὗ ἕνεκεν πάντα πράττομεν, καὶ πρὸς ὃ ἐπειγόμεθα, ἡ μακαρία δια γωγὴ ἐν τῷ μέλλοντι αἰῶνι. Αὕτη δὲ συμπληροῦται ἐν τῷ βασιλεύεσθαι ὑπὸ τοῦ Θεοῦ. Τούτου γὰρ οὐδὲ μέχρις ἐπινοίας βέλτιόν τι ἐξευρεθείη τῇ λογικῇ φύσει· καὶ πρὸς ταύτην κινεῖ ἡμᾶς ὁ Ἀπόστολος, λέγων· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βα σιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὅπερ καὶ ὁ Σοφονίας ἐν τῇ προφητείᾳ παρίστησι, λέγων ἐκ προσώπου τοῦ Θεοῦ· Ὅτι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργήν μου. Ἐν γὰρ πυρὶ ζήλου μου κατ αναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς πολλοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Εἰς τοῦτο οὖν οἶ μαι τὸ τέλος ἀναφέρεσθαι τὰς ἀπὸ τῶν Ψαλμῶν ὠφε λείας, τῶν ταύτην ἐχόντων τὴν προγραφήν. Συνᾴδου σι δὲ τῇ ἐννοίᾳ ταύτῃ καὶ οἱ ἐπιγράψαντες, Εἰς νῖ κος, ἢ Ἐπινίκιον, ἢ Τῷ νικοποιῷ· Ἐπειδὴ γὰρ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ ἐξαναλώθη ὑπὸ τοῦ εἰπόντος· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἐπειδὴ πάντα νενίκηται ὑπὸ τοῦ Χριστοῦ, καὶ Ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἐπινικίοις ᾠδαῖς τὰ ἀποκείμενα προαναφωνεῖ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γη γενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ μὲν ἀκροατήριον μέγιστον, πάντα τὰ ἔθνη συγκαλοῦντος εἰς τὴν ἀκρόασιν τοῦ ψαλμοῦ, καὶ πάντας τοὺς τὴν οἰκουμένην ταῖς οἰκή σεσιν ἐκπληροῦντας. Ἕλκει δὲ, οἶμαι, καὶ γηγενεῖς, καὶ υἱοὺς ἀνθρώπων, καὶ πλουσίους, καὶ πένητας, καὶ τῷ