1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

52

ἀπεργάζεται· οὐδὲν δὲ φθαρτὸν ἁρμοζόντως ἂν δῶρον γένοιτο τῷ ἀφθάρτῳ. Εἰ γὰρ ἄφθαρτος ἡ ψυχὴ, ἄφθαρτα αὐτῆς καὶ τὰ χαρίσματα. Καὶ Παρ άγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, νόει μοί τινα Σάββατα τρυφερὰ, ἅγια, ἐκ τῶν αἰωνίων ἡμερῶν, νεομηνίας, ἑορτάς· καὶ νόει μοι ἀξίως τοῦ πνευμα τικοῦ νόμου. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κα κοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Εἰ βούλει ἐν ταῖς ἡμέραις γενέσθαι ταῖς ἀγαθαῖς, εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Πρώτη δὲ ἐντολὴ τὸ, παῦσαι τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Σχεδὸν γὰρ ἡ προχειροτάτη καὶ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐστὶν ἐνεργουμένη. Ὠργίσθης; καὶ ἡ γλῶσσα προτρέχει. Ἐν ἐπιθυμίαις εἶ; καὶ τὴν γλῶσ σαν ἔχεις πρὸ πάντων οἱονεί τινα μαστρωπὸν καὶ προαγωγὸν, συγκαταπρασσομένην τῇ ἁμαρτίᾳ, καθ υποκρινομένην τοὺς πλησίον. Καὶ ὅπλον σοι πρὸς τὴν ἀδικίαν ἡ γλῶσσα, μὴ τὰ ἀπὸ καρδίας φθεγγομένη, ἀλλὰ τὰ πρὸς ἀπάτην προφέρουσα. Καὶ τί δεῖ πάντα τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώσσης ἁμαρτανομένων; Πεπλήρωται ἡμῶν ὁ βίος τῶν ἀπὸ γλώσσης πταισμάτων. Αἰσχρολογία, εὐτραπε λία, μωρολογία, τὰ οὐκ ἀνήκοντα, καταλαλιαὶ, λό γος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, πάντα ταῦτα τὰ κακὰ, καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστὶ δημιουργήματα. Οἱ δὲ ἀνοίγοντες τὸ στόμα κατὰ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, ἄλλῳ τινὶ τὴν ἀσέβειαν καὶ οὐχὶ τῷ ὀρ γάνῳ τῆς γλώσσης ἐργάζονται; Ἐπειδὴ οὖν Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ μὴ ἐνεργήσῃς θησαυρίσματα γλώσσῃ ψευδεῖ μά ταια. Παῦσον δὲ καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀντὶ τοῦ, Ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακο νίαν τοῦ λόγου σοι δεδομένον σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐνεργείας ποίησον. Ἔστι δὲ ὁ δόλος κακοποιία λαθραία ἐν προσποιήσει τῶν βελτιόνων τῷ πλησίον προσφερομένη. 29.376 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγα θόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Στοι χειώδεις αἱ παραινέσεις, καὶ εἰσαγωγοὶ εἰς εὐσέβειαν· ἀκριβοῦσαι γλώσσης κρατεῖν, δολερῶν ἐπιβουλευμά των ἀπέχεσθαι, ἐκκλίνειν ἀπὸ κακοῦ. Οὐ γὰρ τελείῳ πρέπουσα ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ τῷ ἄρτι στοι χειουμένῳ ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τῆς τῶν ἀγα θῶν ἐνεργείας. Ἀμήχανον γὰρ ἅψασθαι τοῦ ἀγα θοῦ μὴ ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα· ἢ ἐν θερμότητι γενέσθαι τὸν μὴ καθαρῶς πεπαυμένον τῆς καταψύξεως· ἀνεπί δεκτα γὰρ ταῦτα ἀλλήλοις. Οὕτω καὶ τὸν μέλλοντα ἐν ἀγαθῷ βίῳ γενέσθαι πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Περὶ ταύτης εἴρηκεν ὁ Κύριος· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, ἐγὼ δίδωμι ὑμῖν. Ζήτησον οὖν τὴν τοῦ Κυρίου εἰρήνην, καὶ δίωξον αὐτήν. ∆ιώξεις δὲ οὐκ ἄλλως ἢ κατὰ σκο πὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἄνω γάρ ἐστιν ἡ εἰρήνη ἡ ἀληθής. Ἐπεὶ ὅσον γε τῇ σαρκὶ συνδεδέμεθα χρόνον, πολλοῖς καὶ τοῖς ἐκταράσ σουσιν ἡμᾶς συνεζεύγμεθα. Ζήτησον οὖν εἰρήνην, λύσιν τῶν τοῦ κόσμου τούτου θορύβων· κτῆσαι γα ληνιῶντα νοῦν, ἀκύμονά τινα καὶ ἀτάραχον κατά στασιν τῆς ψυχῆς, μήτε ὑπὸ παθῶν σαλευομένην, μήτε ὑπὸ τῶν ψευδῶν δογμάτων διὰ πιθανότητος προκαλουμένων εἰς συγκατάθεσιν περιελκομένην, ἵνα κτήσῃ τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, φρουροῦσαν τὴν καρδίαν σου. Ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη, ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρή νην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὑτοῦ, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίοις,