1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

56

λόγον ὅσιον βδε λύσσονται. Καὶ ἡ φιλοπρωτία δὲ καὶ ἡ φιλαρχία πολλοὺς ἐκίνησεν εἰς τὸ μισεῖν τοὺς κρείττονας· ἔσθ' ὅτε δὲ καὶ ἄγνοια τοῦ περὶ τοῦ δικαίου λόγου, καὶ τοῦ, τίς ὁ δίκαιος. Θάνατος ἁμαρτωλῶν πονη ρός. Ἢ καὶ τὴν ζωὴν ἅπασαν θάνατον ὀνομάζει· διότι τὴν σάρκα ταύτην θάνατον προσηγόρευσεν ὁ Ἀπόστολος, εἰπών· Τίς με ῥύσεται ἐκ τοῦ σώμα τος τοῦ θανάτου τούτου; Οἱ δὲ κακῶς κεχρημένοι τῷ σώματι τούτῳ, καὶ πάσης ἁμαρτίας αὐτὸ ὑπηρε σίαν ποιούμενοι, πονηρὸν ἑαυτοῖς τὸν θάνατον κατα σκευάζουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλ πίζοντες ἐπ' αὐτῷ. Ἐπειδὴ κατείχοντο ὑπὸ τὴν αἰχμαλωσίαν τοῦ ἐχθροῦ οἱ κτισθέντες ἐπὶ τῷ δουλεύειν τῷ Κυρίῳ, τούτων τὰς ψυχὰς λυτρώσεται τῷ τιμίῳ αὐτοῦ αἵματι. ∆ιὸ οὐδεὶς ἐν πλημμε λείαις ἐξετασθήσεται τῶν ἐλπιζόντων ἐπ' αὐτόν. 29.388

ΕΙΣ ΤΟΝ Μ∆ʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ

ὑπὲρ τοῦ ἀγαπητοῦ. Φαίνεται μὲν καὶ οὗτος ὁ ψαλμὸς τελειωτικός τις ὢν τῆς ἀνθρωπίνης φύσεως, καὶ εἰς τὸ προκεί μενον τέλος τοῖς κατ' ἀρετὴν βιοῦν προῃρημένοις τὴν ὠφέλειαν παρεχόμενος. Τοῖς γὰρ προκόπτουσι χρεία τῆς εἰς τὸ τελειωθῆναι διδασκαλίας, ἢν ὁ ψαλμὸς οὗ τος παρέχεται, ἐπιγραφὴν ἔχων, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων. Κεκρυμμένως δὲ εἶπεν, ὑπὲρ τῶν ἀνθρώπων. Ἡμεῖς γάρ ἐσμεν οἱ μάλιστα πάντων τῶν λογικῶν ἀλλοιώσεσί τε καὶ τροπαῖς ταῖς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας σχεδὸν ὑποκείμενοι. Οὔτε γὰρ σώματι οὔτε γνώμῃ οἱ αὐτοί ἐσμεν ἑαυ τοῖς, ἀλλὰ τὸ μὲν σῶμα ἡμῶν, ἀεὶ ῥέον καὶ σκεδαν νύμενον, ἐν κινήσει ἐστὶ καὶ μεταβολῇ, ἢ ἀπὸ μικροῦ εἰς τὸ μεῖζον αὐξόμενον, ἢ ἀπὸ τοῦ τελείου πρὸς τὸ ἔλαττον συστελλόμενον. Οὐ γὰρ ὁ αὐτός ἐστι τῷ ἀρτιγενεῖ παιδίῳ ὁ εἰς διδασκαλεῖον φοιτῶν ἤδη παῖς, καὶ πρὸς τὰς τῶν τεχνῶν καὶ μαθημάτων ἀναλήψεις ἐπιτηδείως ἔχων· ἕτερος δὲ πάλιν παρὰ τοῦτον ὁμο λογουμένως ἐστὶν ὁ ἔφηβος, ἤδη τῶν νεανικῶν ἅπτε σθαι δυνάμενος. Καὶ παρὰ τὸν ἔφηβον ὁ ἀνὴρ ἄλλος τίς ἐστι καὶ στεῤῥότητι καὶ μεγέθει σώματος, καὶ τῇ τοῦ λόγου συμπληρώσει. Εἰς ἀκμὴν δὲ ἐλθὼν, καὶ τὸ στάσιμον τῆς ἡλικίας ἀπολαβὼν, πάλιν ἄρχεται κατὰ μικρὸν ὑφαιρεῖν πρὸς τὸ ἔλαττον, ὑποῤῥεούσης αὐτῷ λεληθότως τῆς τοῦ σώματος ἕξεως, καὶ τῶν σωματικῶν τόνων ἐλαττουμένων, ἕως ἂν, ὑπὸ γήρως κατακαμφθεὶς, τὴν εἰς ἔσχατον δυνάμεως ὑφαίρεσιν ὑπομείνῃ. Ἡμεῖς τοίνυν ἐσμὲν οἱ ἀλλοιούμενοι, καὶ σοφῶς ἡμᾶς τοὺς ἀνθρώπους διὰ τῆς φωνῆς ταύτης ὁ ψαλμὸς παρῃνίξατο. Οὐ γὰρ ἄγγελοι ἐπιδέχονται τὴν ἀλλοίωσιν. Οὐδεὶς γὰρ παρ' ἐκείνοις παῖς, οὐδὲ νεα νίσκος, οὐδὲ πρεσβύτης, ἀλλ' ἐν ᾗπερ ἐξ ἀρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν, ἀκε ραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως σωζομέ νης. Ἡμεῖς δὲ ἀλλοιούμεθα, κατὰ μὲν τὸ σῶμα, ὡς δέδεικται, κατὰ δὲ τὴν ψυχὴν καὶ τὸν ἔσω ἄνθρω πον, τοῖς ἀεὶ προσπίπτουσι πράγμασι συμμετατι θέντες τὰς διανοίας. Ἄλλοι μὲν γάρ ἐσμεν εὐθυμού μενοι, καὶ πάντων ἡμῖν τῶν κατὰ τὸν βίον κατὰ ῥοῦν προϊόντων· ἄλλοι δὲ ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπειδάν τινι τῶν ἀβουλήτων προσπταίσωμεν. Ἀλ λοιούμεθα δὲ καὶ κατὰ τὰς ὀργὰς, θηριώδη τινὰ κα τάστασιν ἀναλαμβάνοντες. Ἀλλοιούμεθα καὶ κατὰ τὰς ἐπιθυμίας, κτηνώδεις γινόμενοι διὰ τοῦ καθ' ἡδονὴν βίου. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν οἱ ταῖς γυναιξὶ τῶν πλησίον ἐπιμαινόμενοι. Καὶ ὁ μὲν δολε ρὸς ἀλώπεκι παρεικάζεται, ὡς Ἡρώδης· ὁ δὲ ἀναι δὴς κύων προσαγορεύεται, ὡς Νάβαλ ὁ Καρμήλιος. Ὁρᾷς τὸ ποικίλον καὶ πολυειδὲς τῆς ἀλλοιώσεως ἡμῶν; Θαύμασον οὖν τὸν προσφόρως τὴν προσηγορίαν ταύτην ἡμῖν ἐφαρμόσαντα. 29.389 ∆ιόπερ δοκεῖ μοί τις τῶν ἑρμηνευτῶν κα λῶς καὶ εὐθυβόλως