1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

73

πλούτου καυ χᾶσθαι. ∆υνατὸν μέντοι καὶ μικρόν τι προσαναβῆναι τῇ διανοίᾳ, καὶ τοὺς πεποιθότας ἐπὶ τῇ δυνάμει αὐ 29.440 τῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχω μένους νοῆσαι ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς, ὡς οὐκ αὐτοτελοῦς οὔσης οὐδ' αὐτῆς πρὸς σωτηρίαν. Καὶ γὰρ ἐὰν τέλειός τις ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Κἂν πλῆθος ᾖ περιπεποιημένος ἑαυτῷ θεωρημάτων ἐκ τῆς τοῦ κόσμου σοφίας, καὶ πλοῦτόν τινα γνώσεως συνειληχὼς, ἀκουέτω πᾶσαν τοῦ πράγματος τὴν ἀλήθειαν· ὅτι πᾶσα ἀνθρωπίνη ψυχὴ ὑπέκυψε τῷ πο νηρῷ τῆς δουλείας ζυγῷ τοῦ κοινοῦ πάντων ἐχθροῦ· καὶ τὴν παρὰ τοῦ κτίσαντος αὐτὴν ἐλευθερίαν ἀφαι ρεθεῖσα, αἰχμάλωτος ἤχθη διὰ τῆς ἁμαρτίας. Παντὶ δὲ αἰχμαλώτῳ λύτρων χρεία πρὸς τὴν ἐλευθερίαν. Οὔτε οὖν ἀδελφὸς τὸν ἑαυτοῦ ἀδελφὸν δύναται λυτρώ σασθαι, οὔτε αὐτὸς ἕκαστος ἑαυτόν· διότι πολλῷ βελ τίονα δεῖ εἶναι τὸν λυτρούμενον τοῦ κεκρατημένου καὶ δουλεύοντος ἤδη. Ἀλλὰ καὶ οὐδὲ ὅλως ἄνθρωπος ἐξουσίαν ἔχει πρὸς Θεὸν, ὡς καὶ ἐξιλᾶσθαι περὶ ἡμαρτηκότος, ἐπεὶ καὶ αὐτὸς ἁμαρτίας ὑπόδικος. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Μήτε οὖν τὸν ἀδελφὸν ζήτει εἰς ἀπολύτρωσιν, ἀλλὰ τὸν ὑπερβαίνοντά σου τὴν φύσιν· μήτε ἄνθρωπον ψιλὸν, ἀλλ' ἄνθρωπον Θεὸν Ἰησοῦν Χριστὸν, ὃς καὶ μόνος δύναται δοῦναι ἐξίλασμα τῷ Θεῷ ὑπὲρ πάντων ἡμῶν, ὅτι αὐτὸν Προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ἀδελφὸς ἦν τοῦ Ἰσραὴλ ὁ Μωϋσῆς· καὶ ὅμως λυτρώσασθαι αὐτὸν οὐκ ἠδυνήθη. Πῶς οὖν ὁ τυχὼν λυτρώσεται ἄνθρω πος; ∆ιὸ τὸ μὲν ἀποφαίνεται· Ἀδελφὸς οὐ λυτροῦ ται· τὸ δὲ ἐρωτηματικῶς μετὰ βαρύτητος ἐπιφέρει· Λυτρώσεται ἄνθρωπος; Οὐ γὰρ τῆς ἁμαρτίας ἠλευ θέρωσε τὸν λαὸν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἐπὶ τῇ ἁμαρτίᾳ παρῃτήσατο κίνησιν. Οὗτος δὲ οὐδὲ δοῦναι ἠδυνήθη ἐξίλασμα ἑαυτοῦ, γενόμενος ἐν παραπτώματι· ὅτι μετὰ τοσαῦτα καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ἃ εἶδε, τὴν διστακτικὴν ἐκείνην ἀφῆκε φωνήν· Ἀκού σατέ μου, οἱ ἀπειθεῖς. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; ∆ιόπερ καὶ ὁ Κύριος ἐπὶ τῷ ῥήματι τούτῳ εἶπε πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἐν ἐμοὶ, τοῦ ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυ τοῦ. Τί γὰρ δύναται ἄνθρωπος εὑρεῖν τηλικοῦτον, ἵνα δῷ ὑπὲρ λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἀλλ' εὑρέθη ἓν ὁμοῦ πάντων ἀνθρώπων ἀντάξιον, ὃ ἐδόθη εἰς 29.441 τιμὴν λυτρώσεως τῆς ψυχῆς ἡμῶν, τὸ ἅγιον καὶ πο λυτίμητον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ ἡμῶν ἐξέχεε πάντων· διόπερ καὶ τιμῆς ἠγο ράσθημεν. Εἰ οὖν ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Εἰ δὲ ἄνθρωπος λυτρώσασθαι ἡμᾶς οὐ δύναται, ὁ λυτρωσάμενος ἡμᾶς οὐκ ἄνθρωπος. Μὴ οὖν, διὰ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπι δεδημηκέναι ἡμῖν, ἄνθρωπον μόνον ὑπολάβῃς τὸν Κύριον ἡμῶν, τὴν τῆς θεότητος δύναμιν ἀγνοήσας· ὃς οὐ χρείαν ἔσχε δοῦναι τῷ Θεῷ ἐξίλασμα ἑαυ τοῦ, οὐδὲ τὴν ἰδίαν ἀπολυτρώσασθαι ψυχὴν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐξωνήσασθαι μὲν οὖν ἑαυτὸν οὐδεὶς ἱκανὸς, ἐὰν μὴ ἔλθῃ ὁ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέφων, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, ὡς ἐν Ἡσαΐᾳ γέγραπται, ἀλλ' ἐν τῷ ἑαυτοῦ αἵματι. Οὗτος δὲ οὐχὶ ἀδελφοὺς ἡμᾶς ὄντας, ἀλλ' ἐχθροὺς ἡμᾶς γενομένους τοῖς παραπτώμασιν, οὔτε ἄνθρωπος ψιλὸς ὢν, ἀλλὰ Θεὸς, μετὰ τὴν ἐλευθερίαν ἣν χαρίζεται ἡμῖν, καὶ ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ προσ αγορεύει. Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ οὖν λυτρωσάμενος ἡμᾶς, ἐὰν μὲν τὴν φύσιν αὐτοῦ σκοπῇς, οὔτε ἀδελφὸς, οὔτε ἄνθρωπος· ἐὰν δὲ τὴν ἐκ χάριτος αὐτοῦ πρὸς ἡμᾶς συγκατάβασιν, καὶ ἀδελφοὺς