1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

31

παραδόξως αὐτοῦ κατασκευασθέντος οἴκου, 29.308 τὴν ἐπιγραφὴν δηλοῦν. Πολλὰ γὰρ εὕρομεν ἐν τῷ ψαλμῷ τούτῳ ἐκ προσώπου τοῦ Κυρίου ἀπαγγελλό μενα. Ἢ τάχα οἶκον νοῆσαι προσήκει τὴν οἰκοδο μουμένην ὑπὸ Χριστοῦ Ἐκκλησίαν· καθὼς καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ γράφει· Ἵναεἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Ἐγκαινισμὸν δὲ τῆς Ἐκκλησίας ὑποληπτέον τὴν ἀνακαίνωσιν τοῦ νοὸς, τὴν διὰ τοῦ ἁγίου Πνεύματος γινομένην τοῖς καθ' ἕνα τῶν συμπληρούντων τὸ σῶμα τῆς Ἐκκλη σίας τοῦ Χριστοῦ. Ἔστι δὲ ἡ θεία καὶ μουσικὴ ἁρ μονία, οὐ περιέχουσά τινας λόγους ἀκοὴν εὐφραίνον τας, ἀλλὰ καταστέλλοντας καὶ καταπραΰνοντας τὰ ἐνοχλοῦντα πονηρὰ πνεύματα ταῖς εὐεπηρεάστοις ψυχαῖς. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. Πῶς ὁ ἐν τοῖς ὑψηλοῖς κατοικῶν ὑψοῦται ὑπὸ τῶν τὴν ταπει νὴν χώραν λαχόντων; εἰ γὰρ ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω, τίνι ἂν τρόπῳ τὸν Θεὸν ὑψώσειας; Τί οὖν βούλεται τῷ προφήτῃ ἡ ἐπαγγε λία; ἢ μήποτε ὑψοῦσθαι λέγεται ὑπὸ τῶν μεγάλα καὶ θεοπρεπῆ νοεῖν περὶ αὐτοῦ δυναμένων, καὶ ἐν τῷ βιοῦν εἰς δόξαν Θεοῦ; Ὁ μὲν οὖν σπεύδων μετ' ἐπιστήμης ἐπὶ τὴν μακαριότητα ὑψοῖ τὸν Θεόν· ὁ δὲ τὴν ἐναντίαν τρεπόμενος, ὃ μηδὲ θέμις εἰπεῖν, τὸ ὅσον ἐφ' ἑαυτῷ τὸν Θεὸν ταπεινοῖ. Καὶ πᾶσαν δὲ ἁρμόζουσαν τοῖς πράγμασιν ἡμῶν κατάστασιν οἱονεὶ περιτίθεμεν τῷ Θεῷ. ∆ιὰ τοῦτο, νυσταζόντων ἡμῶν καὶ νωθρῶς ἐνεργούντων, ὑπνοῦν λέγεται ὁ Θεὸς, ἀναξίους ἡμᾶς κρίνων τῆς ἐπισκοπούσης ἡμᾶς ἐγρηγόρσεως αὐτοῦ. Ἐπειδὰν δέ ποτε αἰσθόμενοι τῆς ἐκ τοῦ ὕπνου βλάβης εἴ πωμεν· Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Οὐ νυστάξει, οὐδὲ ὑπνώσει τότε ὁ φυλάσσων τὸν Ἰσραήλ. Καὶ ἄλλοι τινὲς οἱονεὶ ἀποστρέφουσι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, διὰ τὸ αἰσχρὸν ὧν ποιοῦσι καὶ ἀνάξιον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ· οἳ μεταμεληθέντες λέγουσιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Καὶ ἄλλοι παρὰ τούτους εἰσὶν οἱ ἐκβληθέντες τῆς μνήμης τοῦ Θεοῦ, καὶ οἱονεὶ λήθην αὐτῷ ἐμ ποιοῦντες ἑαυτῶν· οἵτινες λέγουσιν, ὅτι Ἐπιλαν θάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν. Καὶ ἁπαξαπλῶς, τὰ ἀνθρωποπαθῶς λεγόμενα περὶ 29.309 Θεοῦ ἄνθρωποι ἐργάζονται, τοιοῦτον ἑαυτοῖς ποιοῦν τες τὸν Θεὸν, οἷον αὐτὸς ἑαυτὸν ἕκαστος προευτρεπί ζει. Ὑψώσω σε οὖν, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμὲ, μηδὲν ταπεινὸν μηδὲ χαμαίζηλον ἐπὶ τοῦ βίου μου φέρων. Καὶ πόθεν μοι ἡ τοῦ ὑψοῦν ἐνυπάρχει δύναμις; Ἐπειδὴ σύ με προλαβὼν ὑπέλαβες. Ἐμφαντικῶς εἴρηκε τὸ, Ὑπέλαβες, ἀντὶ τοῦ, Ἐμετεώρισάς με, καὶ ἀνώτερον τῶν κατεπανισταμένων με ἐποίησας. Οἱονεὶ παῖδά τινα ἀπείρως ἔχοντα πρὸς τὸ νήχεσθαι, τῇ χειρί τις ὑπολαβὼν, μετεωρότερον ἄγοι τοῦ ὕδατος. Ὁ οὖν ἐκ τῆς τοῦ Θεοῦ βοηθείας ἀνανεύσας ἀπὸ τοῦ πτώματος, οὗτος ὑπὸ εὐγνωμοσύνης διὰ τῶν ἀγαθῶν ἔργων ὕψωσιν ἐπαγγέλλεται τῷ Θεῷ. Ἢ ὥσπερ τινὰ παλαιστὴν ἀσθενοῦντα ὑποστηρίξας τις ἀπὸ τοῦ κινδυνευομένου πτώματος, καὶ ἐπανώτερον ποιήσας τοῦ συμπαλαίοντος, τῷ μὲν τῆς νίκης παρέσχε τὴν ἀφορμὴν, τοῦ δὲ τὴν ἐπὶ τῷ πτώματι αὐτοῦ εὐφρο σύνην ἀφείλετο. Οὐχὶ δὲ αἱ θλίψεις, αἱ δοκιμασίας ἕνεκεν προσαγόμεναι τοῖς ἁγίοις, εὐφροσύνην τοῖς ἐχθροῖς ἡμῶν τοῖς ἀοράτοις προξενοῦσιν· ἀλλ' ὅταν ἀπαγορεύσωμεν θλιβόμενοι, καὶ στενοχωρηθῶσιν ἡμῶν οἱ λογισμοὶ, ἀπειρηκότων ἡμῶν πρὸς τὸ πυκνὸν τῶν κακώσεων, τότε εὐφραίνονται καὶ κροτοῦσι καὶ ἐπιχαίρουσιν. Οἷον ἐπὶ τοῦ Ἰώβ. Ἀπολωλέκει τὴν κτῆσιν· τέκνων ἐστέρητο· ἰχῶρας αὐτῷ καὶ σκώ ληκας ἡ σὰρξ ἀπέζεσεν· οὔπω τοῦτο εὐφροσύνη τῷ ἀντιπάλῳ. Εἰ δὲ ἐνδοὺς πρὸς τὰ ἐπίπονα εἰρήκει τι δύσφημον ῥῆμα κατὰ τὴν συμβουλὴν τῆς γυναι κὸς, τότε ἂν εὐφράνθησαν οἱ ἐχθροὶ ἐπ' αὐτῷ. Τοῦτο καὶ ἐπὶ Παύλῳ πεινῶντι, καὶ διψῶντι, καὶ γυμνη τεύοντι, καὶ κολαφιζομένῳ, καὶ κοπιῶντι, καὶ ἀστατοῦντι· οὐκ εὐφραίνετο ὁ ἐχθρός· τὸ ἐναντίον μὲν οὖν, συνετρίβετο βλέπων