1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

82

∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως. Μὴ ἀπὸ ἰσχύος ζητήσωμεν τὴν βοήθειαν· μὴ ἀπὸ εὐπα θείας σαρκός· ἀπὸ μηδενὸς τῶν παρὰ ἀνθρώ ποις νενομισμένων περιφανῶν ἀξιώσωμεν τυχεῖν τῆς ἀντιλήψεως. Οὐκ ἐν περιβολῇ χρημάτων, οὐκ ἐν δυνάμεως ὄγκῳ, οὐκ ἐν ὑψώματι δόξης τὸ κρατεῖν περιγίνεται, ἀλλ' ἐκ τῆς καθ' ὑπερβολὴν θλίψεως χαρίζεται Κύριος τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Τοιοῦτος ἦν καὶ ὁ Παῦλος, καυχήματα ἑαυτοῦ τὰς θλίψεις ποιούμενος. ∆ιὰ τοῦτο ἠδύνατο λέγειν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. ∆ὸς οὖν ἡμῖν, Κύριε, βοήθειαν ἐκ θλίψεως· ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλ πίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ποῦ ἀνάγει σε ἡ θλίψις; Εἰς τὴν ἀκαταίσχυντον ἐλπίδα. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Πτω 29.469 χεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; Μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς ἀγγέλου δό ξαν μεταβληθήσεται. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀπο τρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσ ευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀν θρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΞΑʹ ΨΑΛΜΟΝ.

Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ ∆αβίδ. ∆ύο ψαλμοὺς ἔγνωμεν Ὑπὲρ

Ἰδιθοὺμ ἔχοντας τὴν ἐπιγραφήν· τόν τε τριακοστὸν ὄγδοον καὶ τὸν ἐν χερσί. Καὶ λογιζόμεθα μὲν ∆αβὶδ εἶναι τὴν σύνταξιν τῆς πραγματείας· τῷ μέντοι Ἰδι θοὺμ δεδόσθαι εἰς ὠφέλειαν αὐτοῦ, ἐπὶ διορθώσει τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ εἰς μελῳδίαν τὴν ἐπὶ τοῦ λαοῦ· δι' ἧς καὶ ὁ Θεὸς ἐδοξάζετο, καὶ οἱ ἀκούοντες τῆς ἁρμονίας ἐπανωρθοῦντο τὰ ἤθη. Ἦν γὰρ καὶ ὁ Ἰδιθοὺμ ἱεροψάλτης, ὡς μαρτυρεῖ ἡμῖν ἡ ἱστορία τῶν Παραλειπομένων, λέγουσα· Καὶ μετ' αὐ τῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ. Καὶ μετ' ὀλίγα φησί· Καὶ ἔστησε ∆αβὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις. Περὶ ὑπομονῆς τοί νυν ἑκάτερος ψαλμὸς τὴν πλείστην ποιεῖται πρα γματείαν, δι' ἧς καταστέλλεται μὲν τῆς ψυχῆς τὸ θυμούμενον, ὑπερηφανίας δὲ πάσης ἐξορισθείσης, κατορθοῦται ταπείνωσις. Ἀμήχανον γὰρ τὸν μὴ κα ταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πει ρασμῶν. Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώ σας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκατα γνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ' ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ' ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπι δεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, 29.472 προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. ∆ιὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγα θῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα μα ταιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ