1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

4

εἶτα ἱστῶμεν τὸ βούλευμα, εἶτα τοῖς βουλευθεῖσιν ἐναπομένομεν. Πρώτως οὖν μακαριστὸν τὸ ἐν τῇ διανοίᾳ ἡμῶν κα θαρὸν, ἐπειδὴ ῥίζα τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τὸ ἐν καρδίᾳ βούλευμα. Ἡ γὰρ μοιχεία, ἐν τῇ ψυχῇ τοῦ φιληδόνου πρῶτον ἀναφλεχθεῖσα, οὕτω τὴν διὰ τοῦ σώματος φθορὰν ἀπεργάζεται. Ὅθεν καὶ ὁ Κύριός φησιν ἔνδοθεν εἶναι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ἐπειδὴ δὲ ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία, μὴ γένοιτο δέξασθαι ἡμᾶς ἐξ ἀπιστίας ποτὲ ἀμφιβολίαν περὶ Θεοῦ! Τοῦτο γάρ ἐστι τὸ πορευθῆναι ἐν βουλῇ ἀσεβῶν, ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ἆρα ἔστι Θεὸς κυβερνῶν τὰ σύμπαντα; ἆρα ἔστι Θεὸς ἐν οὐ ρανῷ, οἰκονομῶν τὰ καθ' ἕκαστον; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ; ∆ιὰ τί οὖν δίκαιοι πένονται, καὶ ἁμαρτωλοὶ πλουτοῦσιν; οὗτοι ἀσθενοῦσι, κἀκεῖνοι ἔῤῥωνται; οὗτοι ἄτιμοι, κἀκεῖνοι ἔνδοξοι; Μήποτε αὐτομάτως ὁ κόσμος φέρεται, καὶ συντυχίαι τινὲς ἄλογοι ἀτάκτως ἑκάστῳ ἀποκλη ροῦσι τοὺς βίους; Ἐὰν ταῦτα διανοηθῇς, ἐπο ρεύθης ἐν βουλῇ ἀσεβῶν. Μακάριος οὖν ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας περὶ τὰ παρόντα, ἀλλ' ἀναμένων τὰ προσδοκώμενα· ὃς οὐκ ἔσχε περὶ τοῦ κτίσαντος ἡμᾶς ὑπόληψιν ἄπιστον. Μακάριος δὲ κἀκεῖνος, ὃς ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. Ὁδὸς μὲν οὖν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθά νωνται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤ ῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον, καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας, καὶ ἄσχολος εἶ 29.221 τὴν διάνοιαν· ἀλλ' ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν ἡμῶν διαφεύγῃ. ∆ρόμον οὖν τινα τρέχομεν πάντες ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος ἐπειγόμενοι· διὰ τοῦτο πάντες ἐσμὲν ἐν ὁδῷ. Καὶ οὕτω δ' ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατ όπιν σου γίνεται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν ἢ ὕδωρ, ἢ ὅτι ἂν τύχῃ τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρ φθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ φάραγξι, καὶ κρημνοῖς, καὶ σκοπέλοις, καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἠνιάθης, εἶτα κατέλι πες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι σὴ, ἀλλ' οὐδὲ τὰ παρόντα σά. Ἐπὶ τῶν ὁδευόντων, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησε, καὶ εὐθὺς ὁ μετ' αὐτὸν τὴν βάσιν ἤνεγκε, καὶ μετ' ἐκεῖνον ὁ ἐφεπό μενος. Σκόπει δὲ καὶ τὰ τοῦ βίου εἰ μὴ παραπλήσια. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; Πόσα ἤδη ὀνόματα ἀφ' οὗ γέγονε τούτων ἕκαστον ἤμειψε! Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος οὖν ὃς ἐπὶ τῆς ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη. Τὸ δὲ, Οὐκ ἔστη, τί ἐστιν; Ἔτι ἐπὶ τῆς πρώτης ἡλικίας ὄντες οἱ ἄνθρωποι, οὔτε ἐν κακίᾳ ἐσμὲν, οὔτε ἐν ἀρετῇ (ἀνεπίδεκτος γὰρ ἡ ἡλικία τῆς ἕξεως ἑκα τέρας)· ἐπειδὰν δὲ ὁ λόγος ἡμῶν συμπληρωθῇ, τότε γίνεται τὸ γεγραμμένον· Ἐλθούσης δὲ τῆς ἐντο λῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Ἐπανατέλλουσι γὰρ λογισμοὶ πονηροὶ, ἐκ τῶν παθῶν τῆς σαρκὸς ταῖς ψυχαῖς ἡμῶν ἐντικτόμενοι. Τῷ ὄντι γὰρ ἐλθοῦσα ἡ ἐντολὴ, τουτέστιν ἡ διάγνωσις τῶν καλῶν, ἐὰν μὴ κατακρατήσῃ τοῦ χείρονος λογισμοῦ, ἀλλὰ συγχωρήσῃ ὑπὸ τῶν παθῶν ἐξανδραποδισθῆναι τὸν λογισμόν· ἀνέζησε μὲν ἡ ἁμαρτία, ἀπέθανε δὲ ὁ νοῦς, νεκρὸς γενόμενος τοῖς παραπτώμασι. Μακάριος οὖν ὁ μὴ ἐγχρονίσας τῇ ὁδῷ τῶν ἁμαρτανόντων, ἀλλὰ λογισμῷ βελτίονι πρὸς τὴν εὐσεβῆ πολιτείαν μεταπηδήσας.