1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

25

ἰδίαν αὐλὴν παρὰ τὴν τῶν Ἰουδαίων. Οὐ τοίνυν ἔξω τῆς ἁγίας ταύτης αὐλῆς προσκυνεῖν προσ ῆκε τῷ Θεῷ, ἀλλ' ἔνδον αὐτῆς γενόμενον· ἵνα μὴ ἔξω τις αὐτῆς ὢν, μηδὲ ἑλκόμενος ὑπὸ τῶν ἔξω, ἀπ ολέσῃ τὸ εἶναι ἐν αὐλῇ Κυρίου. Πολλοὶ γὰρ ἑστᾶσιν ἐν σχήματι μὲν προσευχῆς, οὔκ εἰσι δὲ ἐν τῇ αὐλῇ, διὰ τὴν τοῦ νοῦ περιφορὰν καὶ τὸν ἀφελκυσμὸν τῆς δια νοίας αὐτῶν ὑπὸ τῆς ἐν τῇ ματαιότητι μερίμνης. ∆υνατὸν δὲ αὐλὴν ἔτι ἐπαναβεβηκότως νοῆσαι τὴν ἐπουράνιον διαγωγήν. ∆ιὰ τοῦτο οἱ Πεφυτευμέ νοι ἐνταῦθα ἐν τῷ οἴκῳ Κυρίου, ἥτις ἐστὶν Ἐκ κλησία Θεοῦ ζῶντος, ἐκεῖ Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ὁ δὲ θεοποιῶν κοιλίαν, ἢ δό ξαν, ἢ ἀργύριον, ἢ ἄλλο τι, ὃ πάντων μᾶλλον τετίμη κεν, οὔτε προσκυνεῖ τῷ Κυρίῳ, οὔτε ἐν τῇ αὐλῇ ἐστι τῇ ἁγίᾳ, κἂν ἄξιος τῶν αἰσθητῶν συνάξεων εἶναι δοκῇ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Πολλαχοῦ ἂν εὕροις τὸ τῆς φωνῆς ὄνομα κείμενον. Ὥστε ὑπὲρ τοῦ νοῆσαι, τίς ἐστι τοῦ Κυρίου ἡ φωνὴ, ἄξιόν ἐστι συναγαγεῖν ἡμᾶς κατὰ τὸ δυνατὸν ἐκ τῆς θείας Γραφῆς τὰ γεγραμμένα περὶ φωνῆς· ὡς ἐν τῷ πρὸς Ἀβραὰμ χρηματισμῷ· Καὶ εὐθέως φωνὴ ἐγένετο λέγουσα· 29.289 Οὐ κληρονομήσει σε οὗτος· καὶ ἐπὶ Μωϋσεῖ· Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας· καὶ παρὰ τῷ Ἡσαΐᾳ πάλιν· Φωνὴ λέγοντος· Βόη σον. Ἡ μὲν οὖν παρ' ἡμῖν φωνὴ ἢ ἀήρ ἐστι πεπλη γμένος, ἢ τὸ γινόμενον εἶδος περὶ τὸν ἀέρα, πρὸς ὃ βούλεται τυποῦν ὁ ἐκφωνῶν. Τί οὖν ἡ φωνὴ τοῦ Κυρίου; πότερον πληγὴ περὶ τὸν ἀέρα νοοῖτο; ἢ ἀὴρ πεπληγμένος φθάνων μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται ἡ φωνή; Ἢ οὐδέτερον τούτων, ἀλλ' ἑτερογε νής τίς ἐστιν αὕτη, φαντασιουμένου τοῦ ἡγεμονικοῦ τῶν ἀνθρώπων οὓς ἂν ἀκούειν βούληται τῆς ἰδίας φωνῆς ὁ Θεός· ὥστε ἀναλογίαν ἔχειν τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην πολλάκις. Ὥσπερ γὰρ, οὐ πληττομένου τοῦ ἀέρος, λαμβάνομέν τινα ἐν ταῖς καθ' ὕπνον φαντασίαις ῥημάτων τινῶν καὶ φθόγγων μνήμην, οὐ διὰ τῆς ἀκοῆς δεξά μενοι τὴν φωνὴν, ἀλλ' αὐτῆς τῆς καρδίας ἡμῶν τυ πωθείσης· τοιαύτην τινὰ χρὴ νομίζειν καὶ τὴν παρὰ τοῦ Θεοῦ φωνὴν ἐγγίνεσθαι τοῖς προφήταις. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὡς μὲν πρὸς τὸ αἰσθητὸν, ἐπειδὴ αἱ νεφέλαι, ἐπειδὰν ὕδατος ὦσι πλήρεις, ἦχον καὶ ψόφον ἀποτελοῦσι συγκρουόμεναι πρὸς ἀλλήλας, Φωνὴ, φησὶ, Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἀλλὰ καὶ εἴ που ψόφος ὑδάτων περιῤῥηγνυμένων τισὶ τῶν ἀντιτύπων γίγνοιτο, καὶ εἰ ἡ θάλασσα πνεύμασι τα ρασσομένη κυμαίνοιτο, καὶ βίαιον ἦχον ἐκπέμποι, τὰ ἄψυχα ταῦτα τὴν παρὰ τοῦ Κυρίου ἔχει φωνὴν, δει κνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις μονονουχὶ βοᾷ τὸν ἑαυτῆς δημιουργὸν ἀναγγέλλουσα. Κἂν βροντὴ δὲ ἀπὸ νεφῶν ἐκραγῇ, οὐκ ἄλλο τι χρὴ νομίζειν, ἢ ὅτι ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, καὶ ὅτι Κύριός ἐστιν ὁ τὴν ὑγρὰν φύσιν συνέχων δι' ἑαυτοῦ. Κύριος ἐπὶ ὑδάτων πολλῶν. Μεμαθήκαμεν γὰρ ἐν τῇ κοσμο γενείᾳ ὕδωρ ἐπάνω τῶν οὐρανῶν, ὕδωρ πάλιν τὸ τῆς ἀβύσσου, ἕτερον τὰ συστήματα τῶν θαλασσῶν. Τίς οὖν ἐστιν ὁ συγκρατῶν ταῦτα, καὶ μὴ ἐῶν αὐτὰ τῇ φυσικῇ ῥοπῇ φέρεσθαι πρὸς τὰ κάτω, ἢ ὁ Κύριος ὁ τοῖς πᾶσιν ἐμβεβηκὼς, ὃς καὶ τῶν ὑδάτων ἔχει τὸ κράτος; Τάχα δὲ καὶ μυστικώτερον, Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὅτε βαπτισθέντι τῷ Ἰησοῦ ἐγένετο ἄνωθεν φωνὴ, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τότε γὰρ ὁ Κύριος μὲν ἦν ἐπὶ ὑδάτων πολλῶν, ἁγιάζων τὰ ὕδατα διὰ τοῦ βαπτίσματος· ὁ δὲ Θεὸς τῆς δόξης τῇ μεγαλοφωνίᾳ τῆς μαρτυρίας ἄνωθεν ἐπεβρόντησε. Καὶ τοῖς βαπτιζομένοις δὲ ἡ παρὰ τοῦ Κυρίου καταλειφθεῖσα φωνὴ ἐπιλέγεται· Πορευθέντες γὰρ, φησὶ, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος. Φωνὴ οὖν Κυρίου ἐπὶ τῶν ὑδάτων. Συν 29.292 ίσταται δὲ ἡ βροντὴ, ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναποληφθὲν, καὶ ὑπὸ εὐτο νίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον, ζητῇ διέξοδον πρὸς τὰ ἔξω. Ἀντέχουσαι μὲν οὖν ὑπὸ τῆς ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπει δὰν δὲ ὥσπερ πομφόλυγες