6
Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες συννοσοῦσιν ἀλλήλοις, καὶ συναπόλλυν ται. Ἢ οὐχ ὁρᾷς τοὺς πόρνους τοὺς ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ καταγελῶντας τῶν σωφρονούντων, καὶ διηγουμένους ἑαυτῶν τὰ τῆς αἰσχύνης ἔργα, τὰ τοῦ σκότους ἐπιτηδεύματα, καὶ τὰ πάθη τῆς ἀτιμίας ἀπαριθμουμένους ὡς ἀριστείας, ἤ τινας ἄλλας ἀνδρα γαθίας; Οὗτοί εἰσιν οἱ λοιμοὶ οἱ τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦντες, καὶ πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφύγωσι τὰ ὀνείδη. Οὔτε γὰρ πῦρ εὐκαταπρήστου ὕλης ἁψάμενον δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ ἐπὶ πάντας τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας. Τὸ γὰρ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτι μίαν, ἀλλ' εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν· κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα ἑταίρα συμπί νουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτὴν ἁμαρτίαν συμφλέγουσα. Ἆρα μικρὸς ὁ λοιμὸς οὗτος, ἢ μικρὰ ἡ διάδοσις τοῦ κακοῦ; Τί δὲ, ὁ τὸν πλεονέκτην ζηλῶν, ἢ ὁ τὸν ἐξ ἄλλης τινὸς πονηρίας περιφανῆ τινα πολιτικὴν δυνα στείαν περιβεβλημένον, ἢ ἐθνῶν ἡγεμονίαν ἔχον τα, ἢ στρατοπέδων ἄρχοντα, εἶτα τοῖς αἰσχίστοις πάθεσιν ἐμφυρόμενον, οὐχὶ αὐτῇ τῇ ψυχῇ τὸν λοιμὸν παρεδέξατο, τὸ τοῦ ζηλουμένου κακὸν οἰκεῖον ποιούμενος; Αἱ γὰρ κατὰ τὸν βίον λαμ πρότητες συναναφαίνουσιν ἑαυταῖς καὶ τοὺς βίους τῶν περιβλέπτων· καὶ στρατιῶται μὲν ὡς τὰ πολλὰ τοῖς στρατοπεδάρχαις ἐξομοιοῦνται· οἱ δὲ ἐν 29.228 ταῖς πόλεσι δῆμοι ζηλοῦσι τοὺς ἐν δυνάμει. Καὶ ὅλως, ἐπειδὰν τὸ τοῦ ἑνὸς κακὸν μιμήσεως ἄξιον τοῖς πολλοῖς νομισθῇ, οἰκείως καὶ προσηκόντως λεχθήσε ται λοιμός τις ψυχῶν ἐπιπολάζειν τῷ βίῳ. Τὸ γὰρ ἐν κακίᾳ περίβλεπτον πολλοὺς τῶν εὐολισθήτων εἰς τὸν ὅμοιον ζῆλον ἐφέλκεται. Ἐπεὶ οὖν ἄλλος ἐξ ἄλ λου τῆς φθορᾶς ἀναπίμπλαται, λοιμώσσειν τὰς ψυ χὰς οἱ τοιοῦτοι λεγέσθωσαν. Μὴ τοίνυν καθίσῃς ἐπὶ καθέδρας λοιμῶν, ἢ μὴ μετάσχῃς συνεδρίου ἀνθρώ πων φθορέων καὶ λυμεώνων, ἢ μὴ ἐναπομείνῃς τοῖς κακῶς βουλευθεῖσιν. Ἀλλ' ὁ μὲν λόγος ἔτι ἐν προοιμίοις, τὸ δὲ πλῆθος ὁρῶ τὴν συμμετρίαν ἐκβαῖνον· ὡς μήτε ὑμῖν ῥᾳδίαν εἶναι τῶν πλειόνων τὴν φυλακὴν, μήτε ἐμοὶ τὴν διακονίαν τοῦ λόγου, διὰ τὴν σύντροφον ἀσθένειαν τῆς φωνῆς ἡμᾶς ἐπι λειπούσης. Εἰ δὲ καὶ ἀτελῶς εἴρηται τὰ εἰρημένα, τοῦ μὲν κακοῦ τῆς φυγῆς ὑποδειχθείσης, τῆς δὲ διὰ τῶν ἀγαθῶν ἔργων τελειώσεως παρεθείσης, ὅμως εὐγνώμοσιν ἀκοαῖς παραθέμενοι τὰ παρόντα, ἐπαγγελλόμεθα, Θεοῦ διδόντος, ἀναπληρώσειν καὶ τὰ λειπόμενα, ἐάν γε μὴ τὴν παντελῆ λοιπὸν ὑπέλθω μεν σιωπήν. Παράσχοι δὲ ὁ Κύριος καὶ ἡμῖν τῶν εἰ ρημένων μισθὸν, καὶ ὑμῖν καρπὸν ὧν ἠκούσατε, χά ριτι τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ.
Ψαλμὸς τῷ ∆αβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.
∆οκεῖ πως ἐναντίως ἔχειν πρὸς τὴν ἐν ταῖς Βα σιλείαις ἱστορίαν, ἔνθα τὰ περὶ τοῦ ∆αβὶδ ἀναγέγρα 29.229 πται, ἡ ἐπιγραφὴ τοῦ ἑβδόμου ψαλμοῦ. Ἐκεῖ γὰρ ὁ Χουσὶ ἀρχιεταῖρος μὲν τοῦ ∆αβὶδ, υἱὸς δὲ Ἀραχὶ ἱστορεῖται, ἐνταῦθα δὲ Χουσὶ υἱὸς Ἰεμενεί. Ἔστι δὲ οὔτε οὗτος, οὔτε ἄλλος τις τῶν ἐκεῖ φαινομένων υἱὸς Ἰεμενεί. Μήποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν καὶ ἀνδραγάθημα ἐκ τοῦ περὶ τὴν φιλίαν σχηματι σμοῦ ἐνεδείξατο, προσχωρήσας μὲν δῆθεν τῷ Ἀβεσ σαλὼμ, διαλύων δὲ τὰς βουλὰς τοῦ Ἀχιτόφελ, ἀν δρὸς ἐντρεχεστάτου καὶ στρατηγικωτάτου τὰς γνώμας ὑποτιθεμένου, διὰ τοῦτο υἱὸς Ἰεμενεὶ προσ ηγορεύθη; Ἑρμηνεύεται δὲ ὁ υἱὸς Ἰεμενεὶ υἱὸς τῆς