1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

10

καὶ κώμοις καὶ αἰσχροῖς διηγήμα σιν. Ἄλλος δέ τις, πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν ἐπὶ τὰ κάλλιστα, ἀνατροφὴν, διδασκάλους, ἀκρόασιν λόγων θειοτέρων, ἀναγνώσματα σωτή ρια, νουθέτησιν γονέων, διηγήματα πρὸς σεμνότητα καὶ σωφροσύνην τυποῦντα, δίαιταν κατεσταλμένην, εἶτα ὑπενεχθεὶς εἰς τὴν ὁμοίαν ἁμαρτίαν τῷ ἑτέρῳ, καὶ διδοὺς λόγον τῶν βεβιωμένων, πῶς οὐχὶ βαρυτέ ρας παρὰ τὸν ἕτερον ὁ τοιοῦτος δικαίως τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐγκληθήσεται ἐπὶ μόναις ταῖς ἐγκατεσπαρμέναις κατὰ τὰς ἐννοίας σωτηρίοις ἀφορμαῖς, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ καὶ ὡς πολλῆς τυχὼν εἰς τὸ σωθῆναι συνερ γείας, καὶ δι' ἀκρασίαν καὶ τὴν ἐν βραχυτάτῳ καιρῷ ἀπροσεξίαν προδεδωκὼς ἑαυτόν. Ὁμοίως δὲ καὶ ὁ ἐν τρεφόμενος ἀρχῆθεν τῇ εὐσεβείᾳ, καὶ πᾶσαν διαστρο φὴν ἐκφυγὼν ἐν τοῖς περὶ Θεοῦ δόγμασιν, ἐντρεφό μενος δὲ καὶ νόμῳ Θεοῦ διαβάλλοντι πᾶσαν ἁμαρτίαν καὶ προκαλουμένῳ ἐπὶ τὰ ἐναντία, οὐχ ὁμοίαν ἕξει εἰδωλολατρείας ἀπολογίαν τῷ ἀπὸ πατέρων ἀνόμων ἀνατεθραμμένῳ, καὶ ἐθνῶν ἀρχῆθεν εἰδωλολα τρεῖν δεδιδαγμένων. Κύριος κρινεῖ λαούς. Ἄλλως τὸν Ἰουδαῖον, καὶ ἄλλως τὸν Σκύθην. Ὁ μὲν γὰρ ἐπαναπαύεται νόμῳ, καὶ καυχᾶται ἐν Θεῷ, καὶ δοκι μάζει τὰ διαφέροντα. Κατηχούμενος ὢν ἐκ τοῦ νό μου, καὶ πρὸς ταῖς κοιναῖς ἀεὶ ἐννοίαις κατεπᾳδόμε νος, καὶ παιδευόμενος τὰ προφητικὰ καὶ νομικὰ γράμματα, ἐὰν εὑρεθῇ πταίσας παρανόμως, πολλῷ βαρύτερα ἕξει λελογισμένα τὰ ἁμαρτήματα. Σκύθαι δὲ Νομάδες, ἀνημέροις καὶ ἀπανθρώποις συντραφέν τες ἤθεσιν, ἁρπαγαῖς καὶ βίαις ταῖς κατ' ἀλλήλων ἐνειθισμένοι, ἀκρατῶς μὲν ἔχοντες θυμοῦ, καὶ εὐκόλως εἰς τοὺς κατ' ἀλλήλων παροξυσμοὺς ἐρεθιζόμενοι, πᾶσαν δὲ φιλονεικίαν σιδήρῳ κρίνειν συνει θισμένοι, καὶ αἵματι τὰς μάχας λύειν δεδιδαγμένοι, ἐάν τι πρὸς ἀλλήλους φιλάνθρωπον καὶ χρηστὸν ἐπι δείξωνται, ἡμῖν βαρυτέραν διὰ τῶν ἰδίων κατορθωμά των τὴν τιμωρίαν παρασκευάζουσι. Κρῖνόν με, Κύ ριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. ∆όξει τι ὁ λόγος ἀλαζονικὸν ἔχειν καὶ παραπλήσιον τῇ εὐχῇ τοῦ ὑψοῦντος ἑαυτὸν Φαρισαίου· εὐγνωμόνως δὲ σκοποῦντι μακρὰν γενή σεται τῆς τοιαύτης διαθέσεως ὁ προφήτης. Κρῖνόν 29.241 με, Κύριε, φησὶ, κατὰ τὴν δικαιοσύνην μου. Πο λὺς, φησὶν, ἐστὶν ὁ περὶ τῆς δικαιοσύνης λόγος, καὶ δυσέφικτα τῆς τελείας δικαιοσύνης τὰ πέρατα. Ἔστι γάρ τι καὶ ἀγγέλων δικαιοσύνη ὑπεραναβεβηκυῖα τὴν τῶν ἀνθρώπων, καὶ εἴ τις ὑπὲρ ἀγγέλους δύναμις, ἀναλογοῦσαν ἔχει τῷ μεγέθει καὶ τὴν τῆς δικαιοσύνης ὑπεροχήν· καὶ αὐτοῦ τοῦ Θεοῦ ἡ δικαιοσύνη ἡ ὑπερ έχουσα πάντα νοῦν, ἄῤῥητος οὖσα καὶ ἀκατάληπτος πάσῃ τῇ γενητῇ φύσει. Ἐμὲ οὖν κρῖνον, Κύριε, κατὰ τὴν ἐμὴν δι καιοσύνην· τουτέστι, τὴν ἐφικτὴν τοῖς ἀνθρώποις, καὶ δυνατὴν τοῖς ἐν σαρκὶ ζῶσι. Καὶ κατὰ τὴν ἀκα κίαν μου ἐπ' ἐμοί. Οὕτω γὰρ μάλιστα συνίσταται ἡ διάθεσις τοῦ λέγοντος πολὺ μακρὰν οὖσα τῆς φα ρισαϊκῆς ὑπερηφανίας. Ἀκακίαν γὰρ ἑαυτοῦ ὀνομά ζει τὴν οἱανεὶ ἀκεραιότητα καὶ ἀπειρίαν τῶν χρησί μων εἰς γνῶσιν, κατὰ τὸ εἰρημένον ἐν ταῖς Παροι μίαις, ὅτι Ἄκακος πιστεύει παντὶ λόγῳ. Ἐπεὶ οὖν πολλοῖς ἀφυλάκτως περιπίπτομεν ἐξ ἀπειρίας οἱ ἄν θρωποι, παραιτεῖται τὸν Θεὸν καὶ ἀξιοῖ συγγνώμης τυχεῖν ἐπὶ τῇ ἀκακίᾳ. Ἐκ δὲ τούτου δῆλόν ἐστιν ὅτι ταπεινοφροσύνην τοῦ λέγοντος παρίστησι μᾶλλον ἢ ὑπερηφανίαν τὰ εἰρημένα. Κρῖνον γάρ με, φησὶ, κατὰ τὴν ἐμὴν δικαιοσύνην, καὶ κρῖνόν με κατὰ τὴν ἀκακίαν τὴν οὖσαν ἐπ' ἐμοί. Τὸ μὲν δικαίωμά μου τῇ ἀσθενείᾳ παρεξετάζων τῇ ἀνθρωπίνῃ. οὕτω κρῖνόν με· τὴν δὲ ἁπλότητα τῶν τρόπων μου κατα μαθὼν, μὴ ὡς ἐντρεχῆ με, μηδὲ ὡς εὐπερίβλε πτον εἰς τὰ τοῦ κόσμου πράγματα, οὕτως ἁμαρτάνον τά με καταδικάσῃς. Συντελεσθήτω δὴ πονηρία ἁμαρ τωλῶν. Ἄντικρυς μαθητής ἐστι τῶν εὐαγγελικῶν προσταγμάτων ὁ ταῦτα εὐχόμενος. Προσεύχεται γὰρ ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτὸν, ἀξιῶν πέρατι καὶ ὅρῳ τινὶ τὴν πονηρίαν τῶν ἁμαρτανόντων περιγραφῆναι. Ὥσπερ ἂν εἴ τις ὑπὲρ τῶν