1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

13

παρανόμου. Οὐκ ἐμὸς, φησὶν, ὁ παῖς, ἀλλὰ τοῦ πατρὸς γέγονεν υἱὸς, ᾧ διὰ τῆς ἁμαρτίας ἑαυτὸν εἰσεποίησε. ∆ιότι κατὰ τὸν Ἰωάννην, Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἰδοὺ οὖν ὠδίνησεν αὐτὸν διὰ τῆς ἀδικίας, καὶ συνέλαβεν αὐτὸν, οἱονεὶ ἐν τοῖς οἰκειοτά τοις ἑαυτοῦ ὑπὸ τὰ σπλάγχνα τῆς ἰδίας διαθέσεως ἤγαγε καὶ ἐκυοφόρησεν αὐτὸν ὁ διάβολος· εἶτα ἀπ εγέννησεν αὐτὸν, ἐκφανῆ τὴν ἀνομίαν αὐτοῦ καταστή σας, διότι πᾶσι προεκηρύχθη ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐ τόν. Οὐ πάνυ ἐπὶ καλοῦ εὑρίσκομεν τὸ ὄνομα τοῦ λάκκου τεταγμένον ἐν ταῖς θείαις Γραφαῖς· ὡς οὐδὲ τὸ φρέαρ ὕδατος ἐπὶ χείρονος. Λάκκος μὲν γάρ ἐστιν 29.249 εἰς ὃν ἐβλήθη ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ Ἰωσήφ. Καὶ ὅτε πατάσσεται Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ λάκκῳ. Καὶ ἐν τοῖς Ψαλμοῖς· Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Καὶ ἐν τῷ Ἱερεμίᾳ φησίν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ἀλλὰ καὶ ἐν τῷ ∆ανιὴλ λάκκος λεόντων ἀναγέγραπται, εἰς ὃν ῥίπτεται ∆ανιήλ. Φρέαρ δὲ ὀρύσσει Ἀβραάμ· καὶ οἱ παῖδες τοῦ Ἰσαάκ· καὶ ἐπὶ φρέαρ ἐξελθὼν ἀνεπαύετο Μωϋσῆς. Καὶ ἐντολὴν λαμβάνομεν ἀπὸ τοῦ Σολομῶν τος πίνειν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. Καὶ ὁ Σωτὴρ παρὰ τῷ φρέατι τῇ Σαμαρείτιδι περὶ θείων μυστηρίων διαλέ γεται. Τὴν δὲ αἰτίαν τοῦ ἐπὶ χειρόνων μὲν τοὺς λάκ κους τετάχθαι, ἐπὶ κρειττόνων δὲ τὰ φρέατα, νομί ζομεν ταύτην ὑπάρχειν· ἐπίκτητον τὸ ὕδωρ ἐν τοῖς λάκκοις, πῖπτον ἐξ οὐρανοῦ· ἐν δὲ τοῖς φρέασι φλέβες ὑδάτων κεχωσμέναι, πρὶν ὀρυχθῆναι τοὺς τόπους, φανεροῦνται, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χωμάτων, καὶ οἱασδήποτε οὐσίας ἐπικειμένης, ἥτις πᾶσά ἐστι γῆ. Καὶ ἐν ταῖς ψυχαῖς τοίνυν ἐστὶν οἱονεὶ ὄρυγμα, ἐν αἷς καταπίπτει τὰ κρείττονα μεταβάλ λοντα καὶ παραχαραττόμενα, ὅτε τις τὰς περὶ τῶν καλῶν ἐννοίας πεσούσας εἰς αὐτὸν τρέπει, ἐπὶ τὸ κακουργότερον αὐτὰς διαστρέφων, καὶ ἐπὶ τὰ ἐναν τία τῇ ἀληθείᾳ, οὐδὲν οἰκεῖον βεβουλευμένος ἔχειν κα λόν. Καὶ πάλιν φρέατα, ὅτε, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χειρόνων, ἀναλάμπει φῶς καὶ πηγὴ ὕδατος ἐν λόγῳ καὶ δόγμασι ποτίμου. ∆ιὰ τοῦτο ἕκαστον ἑαυτῷ φρέαρ κατασκευάσαι ἀναγκαῖον, ἵνα τηρήσῃ τὴν προειρημένην ἐντολὴν τὴν λέγουσαν· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεά των πηγῆς. Οὕτω γὰρ χρηματίσομεν τέκνα τῶν ὀρυ ξάντων τὰ φρέατα, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Λάκκον δὲ οὐ ποιητέον, ἵνα μὴ ἐμπέσωμεν εἰς τὸ ὄρυγμα, κατὰ τὸ ἐνθάδε εἰρημένον, μηδὲ ἀκούσω μεν τὰ ἐν τῷ Ἱερεμίᾳ ἐπ' ὀνειδισμῷ τῶν ἁμαρτα νόντων ἀναγεγραμμένα, τοῦ Θεοῦ λέγοντος περὶ αὐ τῶν ἃ καὶ πρὸ βραχέως παρεθέμεθα· Ἐμὲ ἐγκατέ λιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ αὐτοῖς συνέχειν.

ΕΙΣ ΤΟΝ Ι∆ʹ ΨΑΛΜΟΝ.

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ

σου; Τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμε 29.252 νος, τὸν τῶν μακαρισμῶν ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἡ παροικία ἐστὶ διαγωγὴ πρόσ καιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν, ἐπ' ἐλ πίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως, ὑποφαίνου σα. Ἁγίου δὲ ἀνδρὸς, παροδεύειν μὲν τὸν βίον τοῦ τον, ἐπείγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. ∆ιὸ καὶ ὁ ∆αβὶδ περὶ ἑαυτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ, καὶ παρεπίδημος, καθὼς οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, οὐδὲ βῆμα ποδὸς ἰδίας