1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

14

γῆς κεκτημένος, ἀλλ' ὅτε ταφῆς αὐτῷ ἐδέησεν, ἀρ γυρίου κτησάμενος ταύτην φαίνεται· δεικνύντος τοῦ λόγου, ὅτι ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει, μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. ∆ιὰ τοῦτο ἐν μὲν τῇ ζωῇ ταύτῃ παροικεῖ τοῖς ἀλλοφύλοις, ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξομένην αὐτοῦ τὸ σῶμα γῆν ἐπραγματεύσατο. Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ' εἰδέναι τὴν ἀπὸ τῶν βελτιόνων ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνόμενον, οὕ τω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν εὐεξίαν ὀλιγοχρόνιον τιθείς· ὁ γνωρίζων τῆς ἀνθρωπίνης δό ξης τὸ ἄνθος ἀβέβαιον. Τίς οὖν παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμα τοῦ Θεοῦ ἡ παρ' αὐ τοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἐνοί κησιν ὀνομάζεται. Τίς ὡς ἀλλοτρίᾳ τῇ σαρκὶ ταύτῃ προσέξει; Ὥσπερ οἱ πάροικοι, ἀλλοτρίαν ἐκμισθού μενοι γῆν, πρὸς τὸ βούλημα τοῦ ἐκδεδωκότος γεωργοῦσι τὴν χώραν· οὕτω καὶ ἡμῖν κατὰ συγγρα φὴν ἡ τῆς σαρκὸς ἐπιμέλεια παραδέδοται, ὥστε προσ ηκόντως αὐτὴν φιλοπονήσαντας, ἔγκαρπον ἀποδοῦ ναι τῷ δεδωκότι. Ἐὰν δὲ ᾖ Θεοῦ ἀξία ἡ σὰρξ, γίνεται τῷ ὄντι Θεοῦ σκήνωμα κατὰ τὴν ἐνοίκησιν αὐτοῦ τὴν εἰς τοὺς ἁγίους. Τοιαύτη δέ ἐστιν ἡ τοῦ παροικοῦν τος. ∆ιὰ τοῦτο, Κύριε, τίς παροικήσει ἐν τῷ σκη νώματί σου; Εἶτα προκοπὴ καὶ πρόοδος ἡ ἐπὶ τὸ τε λειότερον. Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἰουδαῖος μὲν ὁ γήϊνος, ὅταν ὄρος ἀκούσῃ, πρὸς τὴν Σιὼν ἀποτρέχει. Τίς κατασκηνώσει ἐν 29.253 τῷ ὄρει τῷ ἁγίῳ σου; Ὁ τῇ σαρκὶ παροικήσας ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσει. Ὄρος ἐκεῖνο, τὴν ὑπερουράνιον χώραν, τὴν περιφανῆ καὶ λαμπράν· περὶ οὗ ὁ Ἀπόστολος λέγει, ὅτι Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, ἐν ᾗ πανήγυρις ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα νοῖς. Ἐπὰν οὖν τις παρέλθῃ τὴν σάρκα ταύτην ἀπροσπαθῶς ὡς ἀλλοτρίαν παροικῶν, καὶ οὐχ ὡς ἰδίας ἐξηρτημένος, οὗτος, διὰ τὸ νεκρῶσαι αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἄξιός ἐστι τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως· ἧς ἐπιθυμῶν ὁ Ψαλμῳδὸς ἔλεγεν, ὅτι ∆ιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς· καὶ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐκεῖ ἡμᾶς καὶ ἡ πρὸς τοὺς πλησίον τῷ λόγῳ ἐκείνης τῆς ἐν τῷ ὄρει κατασκηνώσεως, καὶ ἡ ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας γινομένη φιλία κατασκηνοῖ. Ποιή σατε γὰρ ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Περὶ ἐκείνης τῆς δια γωγῆς ὁ Κύριος ἐν εὐχῆς εἴδει ἔλεγε τὸ, Πάτερ ἅγιε, δὸς ἵνα, ὅπου ἐγώ εἰμι, καὶ αὐτοὶ ὦσι. Σπάνιος καὶ ὁ παροικῶν ἐν τῷ σώματι, καὶ ὁ κατασκηνῶν ἐν τῷ ὄρει. ∆ιὰ τοῦτο ὡς ἀπορῶν ὁ λόγος φησί· Τίς παροικήσει; καὶ, Τίς κατασκηνώσει; ὡς τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; Τάχα δὲ καὶ ἐρωτηματικόν ἐστι τὸ, Τίς, ὡς ἀπόκρισιν ἐπιζητοῦντος παρὰ τοῦ Κυρίου τοῦ ἁγίου, ᾧ διαλέγεται. Πρὸς ὃν ἡ θεία φω νὴ, λύουσα τὸ ἐπερώτημα, τί φησι; Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην. Εἰ ἄμω μός ἐστιν ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ἀπὸ πά σης κακίας ἀπταίστως τὸν βίον ἑαυτοῦ διεξάγων, τί να ἔχει πρὸς τὸν ποιοῦντα δικαιοσύνην διαφοράν; Ἆρ' οὖν τὸν αὐτὸν νοῦν ἐν διπλοῖς ῥήμασιν ἀπαγγέλλει· Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιο σύνην; Ἢ ἰδίαν τινὰ διάνοιαν ἑκάτερον τῶν εἰρη μένων παρίστησιν; ἵνα ᾖ ὁ μὲν ἄμωμος ὁ κατὰ τὸν ἐν κρυπτῷ ἄνθρωπον εἰς πᾶσαν τελείωσιν ἀρετῆς ἀπηρτισμένος, ὁ δὲ ἐργαζόμενος δικαιοσύνην ὁ τὸ πρακτικὸν ἑαυτοῦ διὰ τῶν σωματικῶν ἐνεργειῶν