1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

15

τε λειῶν. ∆εῖ γὰρ οὐ μόνον ποιεῖν τὴν δικαίαν πρᾶξιν, ἀλλὰ καὶ ἀπὸ διαθέσεως δικαίας ἐργάζεσθαι· κατὰ τὸ εἰρημένον, ὅτι ∆ικαίως τὸ δίκαιον διώξεις· 29.256 τουτέστι, μετὰ τοῦ λόγου τῆς δικαιοσύνης ἐπιτελεῖν τὴν πρᾶξιν. Οἷον ποιεῖ μὲν γάρ τι ἰατρικὸν πρὸς ὠφέλειαν φέρον τῶν ἀσθενούντων ὁ ἰδιώτης, ἀλλ' οὐχὶ καὶ ἰατρικῶς ἐποίησεν ὁ τοιοῦτος, τῷ μὴ ἔχειν τι τῆς τέχνης τῇ ἐνεργείᾳ συνεπόμε νον. Πορευόμενος οὖν ἄμωμος ὁ κατὰ νοῦν τέ λειος· ἐργαζόμενος δὲ δικαιοσύνην ὁ κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν ἀνεπαίσχυντος τοῦ Κυρίου ἐρ γάτης. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπε, Πορευθεὶς ἄμωμος, ἀλλὰ, Πορευόμενος ἄμωμος· οὐδὲ, Ἐργασάμενος δικαιοσύνην, ἀλλ', Ἐργαζόμενος. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἔχει κοινωνίαν πρὸς ἄλληλα τὸ λαλεῖν ἀλήθειαν ἐν καρδίᾳ, καὶ τὸ μὴ δολοῦν ἐν γλώσσῃ αὐτοῦ· ὁποίαν εἶχε τὸ εἶναι ἄμωμον πρὸς τὸ ἐργάζεσθαι δικαιοσύνην. Ὡς γὰρ ἐκεῖ καὶ τὸν ἐν κρυπτῷ τέλειον, καὶ τὸν ἐν τῷ πρακτικῷ εὐοδούμε νον ὁ λόγος παρίστησιν, οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ τὸ λαλούμενον ἐκ τοῦ περισσεύματός ἐστι τῆς καρ δίας, οἷον ἀπὸ πηγῆς τῆς ἔνδον διαθέσεως τοῦ λόγου ῥέοντος, πρότερον εἶπε τὴν ἐν καρδίᾳ ἀλήθειαν, εἶτα τὸ ἐν τῷ λόγῳ ἄδολον τῷ διὰ τῆς γλώσσης ἐνεργουμέ νῳ. ∆ύο δὲ τὰ σημαινόμενα τῆς ἀληθείας εὑρήσομεν· ἓν μὲν τὴν περὶ τῶν πραγμάτων τῶν ἐπὶ τὸν μακά ριον βίον φερόντων κατάληψιν, ἕτερον δὲ τὴν περὶ οἱουδήποτε τῶν κατὰ τὸν βίον εἴδησιν ὑγιῆ. Ἐκείνην μὲν οὖν τὴν ἀλήθειαν, τὴν συνεργὸν τῆς σωτηρίας ἐν τῇ καρδίᾳ οὖσαν τοῦ τελείου, χρὴ ἀδόλως ἐν πᾶσι τῷ πλησίον παραδιδόναι· ἐν δὲ τοῖς κατὰ τὸν βίον πρά γμασιν, ἐάν που καὶ διαπίπτῃ τῆς ἀληθείας ὁ σπου δαῖος, οὐδὲν ἐμπόδιον αὐτῷ εἰς τὰ προκείμενα ἔσται. Πόσοι γὰρ στάδιοι γῆς ἢ θαλάσσης, καὶ πόσοι κι νοῦνται τῶν ἀστέρων, καὶ πόσον ἕτερος τοῦ ἑτέρου προέχει τῷ τάχει, ἐὰν μὴ εἰδῶμεν τὴν ἐν τούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν τῆς ἐν ἐπαγγελίαις μακαριότητος. Τάχα δέ τι καὶ τοιοῦτον ἡμῖν ὁ λόγος παρίστησιν, ὅτι τὰ περὶ ἀλη θείας, τουτέστι, τὰ μυστικὰ, λαλεῖν προσῆκεν οὐ παντὶ, ἀλλὰ τῷ πλησίον· ἀντὶ τοῦ, οὐκ εἰς τοὺς τυ χόντας ἐκφαίνειν, ἀλλὰ τοὺς κεκοινωνηκότας τῶν μυστηρίων. Εἰ δὲ ἀλήθεια ὁ Κύριος ἡμῶν ἐστιν, ἐντετυπωμένην καὶ οἱονεὶ ἐσφραγισμένην τῇ ἑαυτοῦ καρδίᾳ ταύτην τὴν ἀλήθειαν ἕκαστος ἔχωμεν· περὶ ἧς λαλοῦντες ἐν ταῖς καρδίαις ἑαυτοῖς, μὴ δολῶμεν τὸν λόγον τοῦ Εὐαγγελίου ἐν τῷ ἀναγγέλλειν τοῖς πλησίον ἡμῶν τὸ κήρυγμα. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πολλαχοῦ ὡς ἐχθρὸς τοῦ Θεοῦ ὁ 29.257 δόλος ἐν τῇ Γραφῇ διαβέβληται. Ἐξολοθρεύσαι, φη σὶ, Κύριος πάντα τὰ χείλη τὰ δόλια· καὶ, ∆όλος ἐν καρδίᾳ τεκταινομένων κακά. Πᾶν δὲ τὸ κρεῖττον ἐν τῇ τοῦ χείρονος ἐπιμιξίᾳ δολοῦσθαι λέγεται, ὡς οἶνος δολοῦται τῷ χείρονα αὐτῷ πα ραμίγνυσθαι, ἢ τὸ ὕδωρ αὐτῷ παρακίρνασθαι· καὶ χρυσὸς δολοῦται ἐν τῇ πρὸς ἄργυρον καὶ χαλκὸν κοινωνίᾳ· οὕτω καὶ ἀλήθεια δολοῦται, τοῖς ἁγίοις λόγοις τῶν δυσφημοτέρων παραπλακέντων. Οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Τίνα λέγει τὸν πλησίον ὁ λόγος, οὐδεὶς ἀμφιβάλλει τῶν ἀκουσάντων τοῦ Εὐαγγελίου πρὸς τὸν ἐρωτήσαντα· Καὶ τίς ἐστί μου πλησίον; Ὧ ὁ Κύριος εἶπε τὴν παραβολὴν τοῦ ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντος εἰς Ἱεριχώ· ὃν καὶ ἠρώτησε· Τίς τούτων δοκεῖ σοι γεγονέναι πλησίον; Κἀκεῖνος ἀπεκρίνατο, Ὁ ποιή σας τὸ ἔλεος μετ' αὐτοῦ. Ἐδίδαξε γὰρ διὰ τού των πάντα ἄνθρωπον ἡγεῖσθαι πλησίον. ∆υσκατόρ θωτον δὲ καὶ τοῦτο, καὶ πολλῆς δεόμενον ἐπιμελείας, μήτε μικρῷ τινι, μήτε μείζονι καταβλάπτειν τὸν πλησίον· μὴ ἐν ῥήματι βλάψαι· μὴ ἀποστερῆ σαί τι τῶν καθηκόντων· μὴ βουληθῆναι αὐτῷ πο νηρόν· μὴ βασκανίᾳ χρήσασθαι πρὸς τὰς εὐπρα γίας τῶν πέλας. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ