1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

16

τοὺς ἔγγιστα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον αὐτὸς ἄξια τοῦ ὀνειδίζεσθαι παρὰ τῶν ἔγγιστα οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ ἔλαβε παρ' αὐτῶν ὀνει δισμὸν, ἢ οὐδένα τῶν ἔγγιστα αὐτὸς ὠνείδισε, τῶν ἐν ἀνθρωπίνοις πταίσμασι γενομένων, ἢ ἐν πηρώ μασι σωματικοῖς, ἢ ἄλλοις τισὶν ὑστερήμασι τῆς σαρκὸς εὑρισκομένων. Οὔτε γὰρ τὸν ἁμαρτάνοντα ὀνειδιστέον κατὰ τὸ γεγραμμένον· Μὴ ὀνείδιζε ἄν θρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Οὐδὲ γὰρ ἔγνωμέν ποτε ἐπ' ὠφελείᾳ τῶν πλημμελούντων τὸν ὀνειδισμὸν παρειλημμένον, τοῦ Ἀποστόλου ἐν ταῖς πρὸς τὸν ἑαυτοῦ μαθητὴν Τιμόθεον ὑποθήκαις ἔλεγ χον μὲν καὶ παράκλησιν καὶ ἐπιτίμησιν ἐπιτρέψαν τος, οὐδαμοῦ δὲ τὸν ὀνειδισμὸν, ὡς ἐναντίον, παρα λαβόντος. Καὶ ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχη μοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι. Πενίαν δὲ, ἢ δυσγένειαν, ἢ ἀμάθειαν, ἢ σώματος ἀῤῥωστίαν ὀνει δίζειν πάντη ἄλογον, καὶ ἀλλότριον τοῦ σπουδαίου. Ἃ γὰρ οὐκ ἐκ προαιρέσεως ἡμῖν συμβαίνει, ταῦτα ἀκούσια· ἐπὶ δὲ τοῖς ἀκουσίοις ἐλαττώμασιν ἐλεεῖ 29.260 σθαι μᾶλλον ἢ καθυβρίζεσθαι τοὺς ἀτυχοῦντας προσ ῆκεν. Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμε νος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Μεγαλοφυοῦς διανοίας καὶ πρὸς οὐδὲν κατακλινομένης τῶν ἀνθρωπίνων χρείᾳ, καὶ ἀνδρὸς τὴν τῆς δικαιοσύνης ἕξιν εἰς ἄκρον κατωρθωκότος, τὸ δια νέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν· τούς τε πονηρευομένους ἐξουδενοῦν, κἂν τὰς μεγάλας τύχωσι δυναστείας περιβεβλημένοι, κἂν πλούτῳ κομῶντες κἂν περι φανείᾳ γένους, κἂν λαμπρότητα ἑαυτοῖς ἐπιφημί ζοντες, πονηρία δὲ μόνη ἐνυπάρχουσα αὐτοῖς φωραθῇ, ἐξουδενοῦν τοὺς τοιούτους, τουτέστιν ἀντ' οὐδενὸς λογίζεσθαι. Ἔμπαλιν δὲ, τοὺς φοβουμένους τὸν Κύ ριον, κἂν πένητες ὦσι, κἂν ἀγενεῖς, κἂν ἰδιῶται τῷ λόγῳ, κἂν ἀσθενεῖς τῷ σώματι, δοξάζειν καὶ ὑπεραίρειν καὶ μακαρίους ἡγεῖσθαι, δεδιδαγμέ νον παρὰ τοῦ Πνεύματος μακαρίζειν τοὺς τοιού τους Μακάριοι γὰρ, φησὶ, πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τῆς αὐτῆς δέ ἐστι διανοίας τόν τε πο νηρευόμενον ἐξουδενῶσαι, κἂν ὑπεραίρηται λαμπρό τητι, καὶ τὸν φοβούμενον τὸν Κύριον δοξάζειν, κἂν εὐτελὴς ᾖ, κἂν πένης ἐν τῷ βίῳ, κἂν εὐκαταφρόνη τος, κἂν μηδὲν τῶν ἐκτὸς προκαλουμένων εἰς ἀπο δοχὴν κεκτημένος. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Τί δή ποτε ἐνταῦθα μὲν ἡ εὐορκία συγχωρεῖται ἐν τοῖς τῷ τελείῳ πρέπουσιν ἀνδρα γαθήμασιν, ἐν δὲ τῷ Εὐαγγελίῳ παντελῶς ἀπηγό ρευται; Τίς παροικήσει, καὶ τίς κατασκηνώ σει; Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Ἐκεῖ δὲ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. Τί οὖν φαμεν; Ὅτι πανταχοῦ τοῦ αὐτοῦ σκο ποῦ ἔχεται ὁ Κύριος, προλαμβάνων τῶν ἁμαρτημά των τὰ ἀποτελέσματα, καὶ ἐκ τῆς πρώτης ἀρχῆς ἐκτέμνων τὴν πονηρίαν. Ὡς γὰρ ὁ μὲν παλαιὸς ἔλεγε νόμος, Οὐ μοιχεύσεις· ὁ δὲ Κύριος, Οὐδὲ ἐπι θυμήσεις· κἀκεῖνος μὲν, Οὐ φονεύσεις· ὁ δὲ τὰ τε λειότερα νομοθετῶν, Οὐδὲ ὀργισθήσῃ· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ἀρκεῖται τῇ εὐορκίᾳ, ὁ δὲ τῆς ἐπιορ κίας τὴν ἀφορμὴν διακόπτει. Ὁ μὲν γὰρ εὐορκῶν, τυχὸν ἄν ποτε καὶ παρασφαλείη ἄκων· ὁ δὲ μὴ ὀμνύων, τὸν τῆς ἐπιορκίας κίνδυνον διαπέφευγε. Τὸν ὅρκον δὲ πολλαχοῦ καὶ τὴν ἀμετάθετον περὶ ἑκάστου πράγματος διαβεβαίωσιν ὀνομάζει· ὡς τὸ, Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δι καιοσύνης σου· καὶ τὸ, Ὤμοσε Κύριος, καὶ οὐ 29.261 μεταμεληθήσεται. Οὐχ ὅτι Θεὸν εἰς μαρτυρίαν τῶν λαλουμένων πιστοποιούμενον αὐτοῦ τὴν ἀμφιβολίαν παρήγαγεν, ἀλλ' ὅτι ἀτρέπτοις καὶ ἀκινήτοις δό γμασι τὴν τῆς ἐπαγγελίας χάριν τῷ ∆αβὶδ ἐβεβαίω σεν. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν εἰρῆσθαι· Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ· τουτέστι, διαβεβαιού μενος τῷ πλησίον, καὶ οὐκ ἀθετῶν· ἵνα ᾖ σύμφωνον τῷ παρὰ τοῦ Κυρίου εἰρημένῳ, τῷ, Ἔστω δὲ ὑμῶν ὁ λόγος, ναὶ ναὶ, καὶ οὒ οὔ. Περὶ τῶν τοιού των πραγμάτων διαβεβαιούμενος κατάνευε· καὶ περὶ τῶν μὴ ὄντων, κἂν πάντες ἄνθρωποι παρακαλῶσι, μὴ συμπεισθῇς ποτε παρὰ τὴν τῆς φύσεως ἀλήθειαν