1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

18

ὑπὸ 29.265 τῆς ὥρας οὐκ ἐπετράπημεν. Νῦν δὲ ἥκομεν εὐγνώ μονες ὀφειλέται τὰ χρέα τῶν ἐλλειφθέντων ὑμῖν ἀπο τιννύντες. Ἔστι δὲ τὸ λειπόμενον βραχὺ μὲν τὸ ἀκοῦ σαι, ὥστε οὑτωσὶ δόξαι, καὶ ἴσως τοὺς πολλοὺς ὑμῶν καὶ παρέλαθεν, ὡς μηδὲ παραλελεῖφθαί τι τοῦ ψαλ μοῦ νομισθῆναι· μεγάλην μέντοι πρὸς τὰ τοῦ βίου πράγματα δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν καταμαθόντες, οὐκ ᾠήθημεν δεῖν παρεῖναι τὸ ἐκ τῆς ἐξετάσεως χρήσιμον. Ὑπογράφων τῷ λόγῳ τὸν τέ λειον ὁ Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσε σθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἡ ἁμαρτία αὕτη. Ὅ τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ ὁ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν φησί· ∆όλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης ὁ ψαλμὸς τί φησιν; Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τε λειώσεως τὸ αὐτὸ τοῦτο παρείληφεν ὁ Προφήτης, λέ γων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφα λαίῳ, ἀλλ' ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ὁ δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατα καμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινόν; τί οὐ φθεγγόμενον; οὐκ ἐλεεῖ παρ' ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ' ἄκαμπτος καὶ ἀμεί λικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυ σιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμε νος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντε λῶς χρημάτων, καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη 29.268 φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ' ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς, παρὰ τοῦ ἀπόρου; Καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. ∆έον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκ καρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐ τοῖς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀν θρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένη ται. Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, ἢ τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ τῶν τό κων ἐπινοῶν; Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέ σος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πε νίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ