23
νόμον, ἐκεῖνα ἡμῖν ὑποπίπτει· οὔτε κριὸς τὸ ἄῤῥεν ἐν τοῖς προβάτοις νοεῖται, οὔτε σκηνὴ τὸ ἐκ τῆς ἀψύχου ταύτης ὕλης συμπηγνύμε νον οἴκημα, οὔτε ἔξοδος σκηνῆς ἡ ἀπὸ τοῦ ναοῦ ἀναχώρησις, ἀλλὰ σκηνὴ μὲν ἡμῖν τὸ σῶμα τοῦτο, ὡς ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν· καὶ πάλιν ὁ ψαλμός· Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ἐξ όδιον δὲ σκηνῆς ἡ ἀπὸ τοῦ βίου τούτου ἀναχώρησις, πρὸς ἣν παρασκευάζεσθαι ἡμᾶς ὁ λόγος παρεγγυᾷ, τάδε τινὰ καὶ τάδε κομίζοντας τῷ Κυρίῳ· ἐπείπερ ἡ ἐνταῦθα ἐργασία ἐφόδιόν ἐστι πρὸς τὸ μέλλον. Καὶ ὁ ἐνταῦθα διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρων καὶ τιμὴν τῷ Κυρίῳ, οὗτος δόξαν ἑαυτῷ καὶ τιμὴν κατὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀνταπόδοσιν θησαυρίζει. Ἐν πολλοῖς μέντοι τῶν ἀντιγράφων προσκείμενον εὕρο μεν τὸ, Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Καὶ ἐπεί περ οὐ παντὸς δῶρον εὐπρόσδεκτον τῷ Θεῷ, ἀλλὰ τοῦ ἀπὸ καρδίας προσάγοντος καθαρᾶς· Οὐ γὰρ ἁγναὶ, φησὶν, εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας· καὶ πάλιν Ἱερεμίας, Μὴ εὐχαὶ, φησὶ, καὶ κρέα ἅγια ἀφελοῦσί σου τὰς κακίας, ἢ τούτοις ἔσῃ καθα ρός; διόπερ ὁ ψαλμὸς πρότερον ἡμᾶς βούλεται υἱοὺς εἶναι Θεοῦ, εἶτα τότε ἀπαντᾷν ἐπὶ τὸ προσκομίζειν τὰ δῶρα τῷ Θεῷ, καὶ ταῦτα οὐ τὰ τυχόντα, ἀλλ' οἷα αὐ τὸς διετάξατο. Πρότερον εἰπὲ, Πάτερ, εἶτα αἴτησον τὰ ἐφεξῆς. ∆οκίμασον δὲ σεαυτὸν ἐκ ποταποῦ βίου ἀπήν τηκας· εἰ ἄξιος εἶ Θεὸν τὸν ἅγιον πατέρα σεαυτοῦ ὀνομάζειν. ∆ι' ἁγιασμοῦ ἐστιν ἡμῖν ἡ πρὸς τὸν ἅγιον οἰκείωσις. Εἰ βούλει ἀεὶ υἱὸς τοῦ ἁγίου εἶναι, ἁγιασμός σε υἱοθετείτω. Ἐνέγκατε οὖν τῷ Κυρίῳ οὐχ οἱ τυχόντες, οὐδὲ οἱ ἐκ τῶν τυχόντων, ἀλλ' υἱοὶ τοῦ Θεοῦ. Μεγάλα μέλλει ἐπιζητεῖν τὰ δῶρα· διὰ τοῦτο μεγάλους ἐκλέγεται τοὺς προσφέροντας. Ἵνα γάρ σου μὴ ῥίψῃ χαμαὶ τοὺς λογισμοὺς, μηδέ σε ποιήσῃ κριὸν τὸ ἄλογον τοῦτο τετράπουν καὶ βλη χητικὸν ζῶον ἐπιζητεῖν, ὡς ἐκ τῆς τούτου θυσίας 29.284 προσδοκᾷν ἱλεοῦσθαι τὸν Θεὸν, Ἐνέγκατε, φησὶ,τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Οὐ γὰρ υἱοῦ χρεία, ἵνα υἱὸν αὐ τὸν προσφέρῃ, ἀλλ' εἰ μέγα τι ὁ υἱὸς, μέγα τι καὶ ἐπάξιον τῆς τε υἱοῦ διαθέσεως καὶ τῆς πατρικῆς ἀξίας τὸ προσφερόμενον εἶναι προσῆκεν. Υἱοὺς οὖν, φησὶν, ἐνέγκατε κριῶν· ἵνα καὶ αὐτοὶ οἱ προσφε ρόμενοι παρ' ὑμῶν ἀπὸ τοῦ εἶναι υἱοὶ κριῶν εἰς τὸ γενέσθαι υἱοὶ Θεοῦ μεταβάλωνται. Ὁ κριὸς τοίνυν ἡγεμονικόν ἐστι ζῶον, καθ ηγούμενον τῶν προβάτων ἐπί τε νομὰς τροφίμους καὶ ἀναπαύσεις ὑδάτων, καὶ πάλιν ἐπὶ σηκοὺς καὶ ἐπαύλεις. Τοιοῦτοι δέ τινες καὶ οἱ τῆς ποίμνης τοῦ Χριστοῦ προεστῶτες· προάγοντες μὲν ἐπὶ τὰς εὐαν θεῖς καὶ εὐώδεις τῆς πνευματικῆς διδασκαλίας τρο φὰς, καὶ ὕδατι ζῶντι τῇ ἐπιχορηγίᾳ τοῦ Πνεύματος ἄρδοντες καὶ ὑψοῦντες καὶ πρὸς καρποφορίαν ἐκτρέ φοντες· ὁδηγοῦντες δὲ πρὸς ἀνάπαυσιν, καὶ τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν. Τούτων οὖν τοὺς υἱοὺς παρὰ τῶν υἱῶν τοῦ Θεοῦ προσάγεσθαι βούλεται τῷ Κυρίῳ ὁ λόγος. Εἰ δὲ κριοὶ οἱ προηγούμενοι τῶν λοιπῶν, υἱοὶ ἂν τούτων εἶεν οἱ πρὸς τὸν κατ' ἀρετὴν βίον διὰ τῆς τῶν ἀγαθῶν ἔργων σπουδῆς ἐκ τῆς διδασκαλίας τῶν προεστώτων μεμορφωμένοι. Ἐνέγκατε οὖν τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἔμαθες τίνι διαλέγεται; ἔμαθες περὶ τίνων; Ἐνέγκατε τῷ Κυρίῳ, φησὶ, δόξαν καὶ τιμήν. Πῶς οὖν ἡμεῖς, ἡ γῆ καὶ σποδὸς, τῷ μεγάλῳ Κυρίῳ δόξαν προσφέρομεν; πῶς δὲ καὶ τιμήν; ∆όξαν μὲν διὰ τῶν ἀγαθῶν ἔργων, ὅταν λάμπῃ τὰ ἔργα ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὥστε ἰδόντας τοὺς ἀνθρώπους τὰ ἔργα ἡμῶν δοξάσαι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ διὰ σω φροσύνης καὶ τοῦ ἐπιβάλλοντος τοῖς τὴν εὐσέβειαν ἐπαγγελλομένοις ἁγιασμοῦ δοξάσαι δυνατόν ἐστι τὸν Θεὸν κατὰ τὴν τοῦ Παύλου παραίνεσιν, λέγοντος· ∆οξάσατε δὴ τὸν Θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν. Ταύτην καὶ ἀπαιτεῖ παρὰ τῶν εἰς αὐτὸν πιστευόντων καὶ τῷ χαρίσματι τῆς υἱοθεσίας τετιμημένων τὴν δόξαν ὁ Κύριος. Υἱὸς γὰρ, φησὶν, δοξάζει πατέρα· καὶ, Εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; Τιμὴν δὲ φέρει τῷ Θεῷ ὁ κατὰ τὴν Παροιμίαν τιμῶν τὸν Θεὸν ἀπὸ τῶν δικαίων ἑαυτοῦ πόνων, καὶ ἀπαρ χόμενος