24
αὐτῷ ἀπὸ καρπῶν αὐτοῦ δικαιοσύνης. Καὶ πᾶς δὲ ὁ ἐπιτεταγμένως θεολογῶν, ὡς μὴ ἀπο πίπτειν τῆς ὀρθῆς περὶ Πατρὸς ἐννοίας, καὶ περὶ 29.285 τῆς τοῦ Μονογενοῦς θεότητος, καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος δόξης, οὗτος φέρει τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐπιτείνει δὲ τὴν δόξαν ὁ δυνάμενος τοὺς λό γους ἀποδιδόναι καθ' οὓς ἔκτισται τὰ σύμπαντα, καὶ καθ' οὓς συγκρατεῖται, τῆς ἀπ' αὐτοῦ προνοίας μέχρι τῶν μικροτάτων διικνουμένης, καὶ καθ' οὓς μετὰ τὴν ὧδε οἰκονομίαν ὑπὸ τὴν κρίσιν ἀχθήσεται. Ὁ τρα νοῖς καὶ ἀσυγχύτοις λογισμοῖς αὐτός τε θεωρῆσαι τὰ καθ' ἕκαστον δυνηθεὶς, καὶ μετὰ τὸ αὐτὸς τεθεωρη κέναι, δυνάμενος καὶ ἑτέροις τὰ περὶ τῆς ἀγαθότη τος τοῦ Θεοῦ καὶ τῆς δικαίας κρίσεως αὐτοῦ παραστῆσαι, οὗτός ἐστιν ὁ φέρων τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ ὁ τῷ ἁρμόζοντι τῇ τοιαύτῃ θεωρίᾳ κεχρημένος βίῳ. Τοῦ γὰρ τοιούτου λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ λόγῳ καὶ ἔργῳ καὶ διὰ παντοδαπῶν ἀνδραγαθημάτων δοξαζομένου τοῦ ἐν οὐρανοῖς Πατρός. Οὐ φέρει δὲ τῷ Κυρίῳ δόξαν καὶ τιμὴν ὁ περὶ τὴν ἀνθρωπίνην ἐπτοημένος δόξαν· οὐδὲ ὁ τιμῶν ἀργύριον· οὐδὲ ὁ τὰς ἡδονὰς τιμῶν τοῦ σώ ματος· οὐδὲ ὁ θαυμάζων τὰ ἀλλότρια τῆς θεοσεβείας δόγματα. Ὥσπερ γὰρ διὰ τῶν ἀγαθῶν ἔργων δόξαν φέρομεν τῷ Κυρίῳ, οὕτω διὰ τῶν πονηρῶν ἔργων τὸ ἐναντίον. Τοῖς γὰρ ἁμαρτάνουσι τί λέγει; Τὸ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν ὁ Ἀπόστολος· ∆ιὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὕβρις γάρ ἐστι τῷ νο μοθέτῃ ἡ τῶν νόμων ὑπεροψία καὶ καταφρόνησις. Καὶ οἰκίας κακῶς οἰκουμένης ἐν ᾗ θυμὸς καὶ κραυγὴ, ὕβρις καὶ γέλως, τρυφὴ καὶ ἀσωτία, ἀκαθαρσία καὶ ἀσέλγεια, ἐπὶ τὸν κρατοῦντα αὐτῆς ἡ ἀτιμία καὶ ἡ αἰσχύνη τῶν γινομένων ἐπάνεισιν. Ἀκόλουθον δὲ νοεῖν ἡμᾶς, ὅτι, ὥσπερ ἐν τοῖς ἀγαθοῖς ἔργοις δοξά ζεται ὁ Θεὸς, οὕτως ἐν τοῖς πονηροῖς δοξάζεται ὁ ἐχθρός. Ὅταν γὰρ, ἄρας τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης, μετήνεγκα τὴν δόξαν ἐπὶ τὸν ἀπολλύντα με ἀπὸ τοῦ σώζοντός με. Καὶ ὁ ἄπι στος μεταλλάσσει τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν εἰ κόνι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπό δων καὶ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Καὶ ὁ σεβόμενος καὶ ὁ λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐ τῷ Θεῷ φέρει δόξαν, ἀλλὰ τοῖς κτίσμασιν. Ὥστε ὁ κτίσμα λέγων τι, εἶτα προσκυνῶν, γνωριζέτω ἑαυτοῦ τὴν μερίδα μεθ' ἧς τετάξεται. Φοβηθῶμεν οὖν μὴ, δόξαν καὶ καύχημα διὰ τῆς ἁμαρτίας ἡμῶν τῷ δια βόλῳ προσφέροντες, μετ' αὐτοῦ τῇ αἰωνίᾳ αἰσχύ νῃ παραδοθῶμεν. Ὅτι γὰρ ἡ ἁμαρτία ἡμῶν δόξα τῷ ἐνεργοῦντι αὐτὴν ἐν ἡμῖν γίνεται, νόησον δι' εἰκόνος τὸ λεγόμενον. ∆ύο στρατηγῶν ἀντεπιόντων ἀλλήλοις, ὅταν μὲν τοῦτο νικᾷ τὸ τάγμα, ὁ στρατοπεδάρχης αὐτοῦ τὴν δόξαν φέρεται· ὅταν δὲ τὸ ἐναντίον ἐπι κρατῇ, ἐπ' ἐκεῖνον πάλιν ἡ τιμὴ μεταπίπτει. Οὕτως ἐν μὲν τοῖς ἀγαθοῖς σου ἔργοις Κύριός ἐστιν ὁ δοξα 29.288 ζόμενος, ἐν δὲ τοῖς ἐναντίοις ὁ ἐναντίος. Καὶ μὴ μα κράν μοι περινόει τοὺς πολεμίους, μηδὲ πόῤῥω θεν ἀποσκόπει τοὺς στρατηγούς· ἀλλὰ σεαυτὸν ἐπί σκεψαι, καὶ πᾶσαν τὴν ἀλήθειαν τῆς εἰκόνος εὑρήσεις. Ὅταν γὰρ νοῦς παλαίῃ τῷ πάθει, ἐὰν μὲν δι' εὐτο νίας καὶ προσεχείας ἐπικρατῇ, φέρεται κατὰ τοῦ πάθους τὰ νικητήρια, καὶ οἱονεὶ στεφανοῖ δι' ἑαυ τοῦ τὸν Θεόν. Ὅταν δὲ καταμαλακισθεὶς ὑποκύψῃ τῇ ἡδονῇ, δοῦλος καὶ αἰχμάλωτος ταῖς ἁμαρτίαις γενόμενος, καύχημα καὶ ἔπαρσιν καὶ ὑπερηφανίας προσ τίθησι τῷ ἐχθρῷ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐ τοῦ. Μετὰ τὴν καρποφορίαν τῶν ἐπιζητουμένων, ἀναγκαία ἡ προσκύνησις. Προσκύνησις δὲ ἡ οὐκ ἔξω τῆς Ἐκκλησίας, ἀλλ' ἐν αὐτῇ τῇ αὐλῇ τοῦ Θεοῦ τελου μένη. Μή μοι, φησὶν, ἰδίας αὐλὰς καὶ συναγωγὰς ἐπινοεῖτε. Μία ἐστὶν αὐλὴ ἁγία τοῦ Θεοῦ. Ἦν αὐλὴ πρότερον ἡ τῶν Ἰουδαίων συναγωγή· ἀλλὰ μετὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν ἐγένετο ἡ ἔπαυλις αὐτῶν ἠρη μωμένη. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος· Καὶ ἄλλα πρό βατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Τοὺς ἀπὸ τῶν ἐθνῶν προωρισμένους εἰς σωτηρίαν λέγων, δείκνυσιν