1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

26

περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω ἀναπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτε λοῦσι ψόφους. Τοῦτο δὲ καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκε. Κύριος οὖν ἐστιν ὁ καὶ ἐπὶ τῶν ὑδάτων ὢν, καὶ ὁ τοὺς μεγάλους ψόφους τῆς βροντῆς ἐνεργῶν, ἐν ἀπαλῇ τοῦ ἀέρος φύσει τοσαύτην ψόφου ὑπερβολὴν ἐργαζόμενος. ∆υνατὸν δέ σοι καὶ κατὰ τὸν ἐκκλησια στικὸν λόγον τὴν μετὰ τὸ βάπτισμα γινομένην ἐκ τῆς μεγαλοφωνίας τοῦ Εὐαγγελίου ἐν ταῖς ψυχαῖς τῶν ἤδη τελειουμένων παράδοσιν βροντὴν ὀνομάζειν. Ὅτι γὰρ βροντὴ τὸ Εὐαγγέλιον, δηλοῦσιν οἱ παρὰ τοῦ Κυρίου μετονομασθέντες μαθηταὶ καὶ υἱοὶ βρον τῆς χρηματίζοντες. ∆ιὰ τοῦτο οὐκ ἐν τῷ τυχόντι τῆς τοιαύτης βροντῆς ἡ φωνὴ, ἀλλ' ἐάν τις ἄξιος ᾖ ὀνο μάζεσθαι τροχός. Φωνὴ γὰρ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ. Ἐάν τις ᾖ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ὥσπερ ὁ τροχὸς, ὀλίγῳ μέρει τῆς γῆς ἐφαπτόμενος, καὶ ὅλως τοιοῦτος, ὁποῖος ἦν περὶ οὗ ἔλεγεν Ἰεζεκιήλ· Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσ σαρσι, καὶ τὸ εἶδος αὐτῶν καὶ ἡ ποίησις αὐτῶν ὡς εἶδος Θαρσεῖς. Ὁ Θεὸς οὖν τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὕδατά εἰσι καὶ οἱ ἅγιοι, διότι ποταμοὶ ῥέουσιν ἐκ τῆς κοιλίας αὐτῶν, τουτέστι, πνευματικὴ διδασκαλία ἄρδουσα τὰς ψυχὰς τῶν ἀκουόντων. Καὶ πάλιν, λαμβάνουσιν ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, ὅπερ γίνεται ἐν τοῖς καλῶς λαβοῦσι πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Μνήσθητι δὲ καὶ τῆς ἱστορίας Ἠλίου, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ· ὅτε, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουσε φωνῆς ὑδάτων πολλῶν· εἶτα ἐπηκο λούθησε τὸ καὶ βροντὴν γενέσθαι ἐκ νεφελῶν καὶ ὕδωρ ῥυῆναι. Κύριος οὖν ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυ ρίου ἐν ἰσχύϊ. Ὥσπερ ἐν τῷ τροχῷ ἡ φωνὴ γίνεται, οὕ τως ἐν ἰσχύϊ ἡ φωνὴ συνίσταται τοῦ Κυρίου. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗ τος ἀκούει τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου, οὐκ ἐν τῇ ἀσθενεῖ καὶ ἐκλελυμένῃ ψυχῇ, ἀλλ' ἐν τῇ εὐτόνως καὶ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Ἡ μεγα λοπρέπεια ἀρετή ἐστιν ἐκπρεπῶς μεγάλη. Ὁ οὖν πρεπόντως ἀποδιδοὺς τὰς περὶ τῶν μεγάλων 29.293 πράξεων ἐνεργείας, ὁ τοιοῦτος ἀκούει μεγαλοπρε πής. Ὅταν οὖν ψυχὴ ἀδούλωτος ᾖ τῷ φρονήματι τῆς σαρκὸς, μέγεθος δὲ καὶ ἀξίωμα πρέπον ἑαυτῇ ἐκ τῆς συναισθήσεως τῶν προσόντων αὐτῇ ἀπὸ Θεοῦ ἀναλάβῃ, ἐν ταύτῃ γίνεται ἡ φωνὴ τοῦ Κυρίου. Οἱ οὖν μεγαλοφυεῖς μὲν ἔχοντες τὰς περὶ Θεοῦ ἐννοίας, ὑψηλῶς δὲ τεθεωρηκότες τοὺς περὶ κτίσεως λόγους, καὶ δυνηθέντες ἐπὶ ποσὸν γοῦν ἐπιβαλεῖν τῷ ἀγαθῷ τῆς τοῦ Θεοῦ προνοίας, καὶ προσέτι ἐν ταῖς δαπάναις ἀφειδεῖς, καὶ μεγαλόδωροι ἐν τῷ τὰς τῶν ἀδελφῶν χρείας ἐπανορθοῦσθαι, οὗτοί εἰσιν οἱ μεγαλοπρεπεῖς, ἐν οἷς ἡ φωνὴ τοῦ Κυρίου ἐμπολιτεύεται. Τῷ ὄντι γὰρ ὁ μεγαλοπρεπὴς ὑπερορᾷ πάντα τὰ σωματικὰ, οὐδενὸς εἶναι ἄξια κρίνων λόγου τῇ παραθέσει τῶν ἀοράτων. Τὸν μεγαλοπρεπῆ οὐδεμία λυπήσει περί στασις· οὐδὲ ὅλως πάθος τι αὐτὸν ἐκταράξει, οὐδὲ ἀνθρωπαρίων φαύλων καὶ εὐκαταφρονήτων ἁμαρ τήματα κινήσει· οὐδὲ ἀκαθαρσία τῆς σαρκὸς αὐτὸν ταπεινώσει. ∆υσπρόσιτος γάρ ἐστι τοῖς ταπεινωτι κοῖς πάθεσιν, οὐδὲ προσβλέπειν αὐτῷ δυναμένοις διὰ τὸ ὕψος τῆς γνώμης. Λέγεται δέ τις καὶ Θεοῦ με γαλοπρέπεια· ὡς τὸ, Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Οἱ οὖν τὰ μεγάλα περὶ Θεοῦ δοξάζοντες, οὗτοι ὑπεραίρουσιν αὐτοῦ τὴν με γαλοπρέπειαν. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Ἡ κέ δρος ποτὲ μὲν ὡς μόνιμον, καὶ σήψεως βέλτιον, καὶ εὐῶδες, καὶ σκέπην ἱκανὸν παρέχεσθαι παρὰ τῆς Γραφῆς ἐπαινεῖται· ποτὲ δὲ ὡς ἄκαρπον καὶ δυσκαμ πὲς διαβάλλεται, ὡς καὶ εἰκόνα πληροῦν τοῦ ἀσεβοῦς. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρό μενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καθ' ὃ τὸ