29
ἀποκαλύψει δρυ μούς. Πρῶτον ἡ φωνὴ τοῦ Κυρίου καταρτίζεται τὰς ἐλάφους· ἔπειτα ἀποκαλύπτει δρυμοὺς, τοὺς συμ φύτους καὶ ἀπὸ ἀγρίας καὶ ἀκάρπου ὕλης πεπυκνω μένους τόπους, οἷς μάλιστα προσφεύγειν τὰ ἰοβόλα πέφυκεν. Ἐπεὶ οὖν ἤδη τετελείωται διὰ τὸν παρὰ τοῦ Κυρίου γενόμενον καταρτισμὸν ἡ ἔλαφος, ὁ ταύτῃ ὁμοιούμενος δίκαιος ἀποκαλύπτει τοὺς δρυμοὺς, ἵνα γυμνοὶ καὶ ἕτοιμοι παραδοθῶσιν οἱ φθαρτικοὶ τῆς ζωῆς ἡμῶν. Καὶ ἐπειδὴ Πᾶν ξύλον μὴ ποιοῦν 29.301 καρπὸν καλὸν ἐκκόπτεται ὑπὸ τῆς ἀξίνης, καὶ εἰς πῦρ βάλλεται, ἀναγκαίως οἱ δρυμοὶ ἀνακαθαίρον ται, αἱ ὑλώδεις ψυχαὶ, ἐν αἷς, ὥσπερ τινὰ θηρία, τὰ ποικίλα πάθη τῶν ἁμαρτιῶν ἐμφωλεύει, ὑπὸ τοῦ λό γου, ὅς ἐστι τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο μον. Ἐπεὶ δὲ πολλοὶ τῶν ἀνθρώπων, πεφορτι σμένοι ταῖς βιωτικαῖς μερίμναις, οἷόν τινα γῆν ἀκανθοφόρον τὰς ἑαυτῶν ψυχὰς ἔχουσι, καὶ οὐκ ἐῶ σιν αὐτὰς εἰς τὴν τοῦ λόγου καρποφορίαν ἐντρέφεσθαι, ἀποκαλύπτει ὁ Κύριος τοὺς δρυμοὺς, τουτέστι, τὸ ἄσχημον καὶ ἀπρεπὲς καὶ βλαβερὸν τῶν ἐν τῷ βίῳ τούτῳ φροντίδων, ἵνα, τρανωθέντος τοῦ περὶ τοῦ ἀγα θοῦ καὶ κακοῦ τόπου, μὴ ἔχωσιν οἱ ἄνθρωποι ὑπὸ ἀμαθίας τὰς περὶ τῶν πραγμάτων κρίσεις ἐνηλ λαγμένας. Πολλοὶ γὰρ τὰ μὲν ἀγαθὰ, ὅταν ἐπίπονα ᾖ, κακὰ νομίζουσι· τὰ δὲ κακὰ διὰ τὴν προσοῦσαν αὐτοῖς ἡδονὴν ὡς ἀγαθὰ μεταδιώκουσι· καὶ ἀμύθη τος ἐν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα πλάνη. Ἔστι μὲν οὖν τῆς τῶν ἀγαθῶν φύσεως ξύλα καρπο φόρα καὶ πᾶσαι κέδροι, ἃ καὶ πρὸς τὸν αἶνον παρα λαμβάνεται· τῶν δὲ κακῶν οἱ δρυμοὶ, οὓς, ὑπὲρ τοῦ μὴ ἀπατηθῆναι τοὺς νομίζοντας εὑρήσειν τινὰ καρ πὸν χρήσιμον ἐν αὐτοῖς, ἀποκαλύπτει καὶ φανεροῖ ἡ τοῦ Θεοῦ φωνή. Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέ γει δόξαν. Ἀκουέτωσαν τῶν ῥημάτων τοῦ ψαλμοῦ, καὶ ἐντραπήτωσαν οἱ τοῖς μακροῖς λόγοις ἑαυτοὺς ἐπιδιδόντες. Τί φησιν ὁ ψαλμός; Ὁ ἐν τῷ ναῷ τοῦ Θεοῦ γενόμενος οὐ κακολογίαν, οὐ ματαιότητα, οὐκ αἰσχρῶν πραγμάτων γέμοντα ῥήματα ἀπαγγέλλει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἑστή κασιν οἱ ἀπογραφόμενοι τὰ ῥήματα ἅγιοι ἄγγε λοι· πάρεστιν ὁ Κύριος τὰς διαθέσεις τῶν εἰσιόντων ἐπισκοπῶν. Ἡ προσευχὴ ἑκάστου πεφανέρωται Θεῷ· τίς ἐκ διαθέσεως, τίς ἐπιστημόνως ἐπιζητεῖ τὰ ἐπουράνια· τίς ἀφωσιωμένως ἄκροις τοῖς χείλεσι τὰ ῥήματα φθέγγεται, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπὸ Θεοῦ. Κἂν εὔχηται, ὑγίειαν σαρκὸς, καὶ σωματι κὸν πλοῦτον, καὶ δόξαν ἀνθρωπίνην ἐπιζητεῖ. ∆εῖ δὲ οὐδὲν τούτων, ὡς ὁ λόγος διδάσκει, ἀλλ' ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἀγγέλοις ἔργον δοξολογεῖν Θεόν. Πάσῃ τῇ στρατιᾷ τῶν ἐπουρανίων ἓν τοῦτο ἔργον, δό ξαν ἀναπέμπειν τῷ κτίσαντι. Ἡ κτίσις πᾶσα, ἥ τε σιωπῶσα, καὶ ἡ φθεγγομένη, ἥ τε ὑπερκόσμιος, ἥ τε περίγειος δοξάζει τὸν κτίσαντα. Ἄνθρωποι δὲ ἐλεει νοὶ, καταλιπόντες τοὺς οἴκους καὶ ἐπὶ τὸν ναὸν συν δραμόντες, ὡς δή τι ἑαυτοὺς ὠφελήσοντες, οὐχ ὑπ έχουσι τὰς ἀκοὰς λόγοις Θεοῦ, οὐ λαμβάνουσιν αἴσθησιν τῆς ἑαυτῶν φύσεως, οὐ λυποῦνται προλη φθέντες ὑπὸ τῆς ἁμαρτίας· οὐ λυποῦνται εἰς 29.304 μνήμην τῶν ἁμαρτιῶν ἀφικνούμενοι, οὐ τρέμουσι τὴν κρίσιν· ἀλλὰ μειδιῶντες, καὶ τὰς δεξιὰς ἀλλήλοις ἐμβάλλοντες, τόπον μακρολογίας τὸν οἶκον ποιοῦνται τῆς προσευχῆς, παρακούοντες τοῦ ψαλμοῦ τοῦ δια μαρτυρομένου καὶ λέγοντος, ὅτι Ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Σὺ δὲ οὐ μόνον οὐ λέ γεις, ἀλλὰ καὶ ἑτέρῳ ἐμπόδιον γίνῃ ἐπιστρέφων πρὸς ἑαυτὸν, καὶ τῷ ἰδίῳ θορύβῳ ὑπερηχῶν τὴν δι δασκαλίαν τοῦ Πνεύματος. Ὅρα μή ποτε ἀπέλθῃς, ἀντὶ τοῦ μισθὸν λαβεῖν ἐπὶ δοξολογίᾳ, τοῖς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημοῦσι συγκαταδικασθείς. Ψαλμὸν ἔχεις, προφητείαν ἔχεις, εὐαγγελικὰ παραγγέλματα, τὰ τῶν ἀποστόλων κηρύγματα. Ἡ γλῶσσα ψαλλέ τω, ὁ νοῦς ἐρευνάτω τὴν διάνοιαν τῶν εἰρημένων, ἵνα ψάλλῃς τῷ πνεύματι, ψάλλῃς δὲ καὶ τῷ νοΐ. Μὴ γὰρ δόξης ἐπιδέεται ὁ Θεὸς, ἀλλά σε βούλεται ἄξιον εἶναι τοῦ δοξασθῆναι. ∆ιότι Ὃ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει.