30
Σπεῖρον δοξολογίαν, ἵνα θερίσῃς στεφάνους καὶ τιμὰς καὶ ἐπαίνους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα οὐκ ἀχρήστως ἐν παρεκβάσει εἴρηται εἰς τὸ, Ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν, διὰ τὸ τοὺς ἐν τῷ ναῷ τοῦ Θεοῦ ἄπαυστα γλωσσαλγοῦντας καὶ ἀνωφελῶς εἰσιόντας· εἴθε δὲ ἀν ωφελῶς καὶ μὴ ἐπιβλαβῶς. Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κα τακλυσμὸς ὕδατός ἐστιν ἐπίκλυσις ἐξαφανίζοντος πᾶν τὸ ὑποκείμενον, καὶ καθαρίζοντος ἅπαν τὸ προεῤῥυ πωμένον. Τὴν οὖν τοῦ βαπτίσματος χάριν κατακλυ σμὸν ὀνομάζει, ὥστε τὴν ἀποπλυναμένην τὰ ἁμαρτή ματα ψυχὴν, καὶ ἀποκαθηραμένην τὸν παλαιὸν ἄν θρωπον, ἐπιτηδείαν εἶναι λοιπὸν πρὸς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Συνᾴδει δὲ τούτῳ καὶ τὰ ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ εἰρημένα. Μετὰ γὰρ τὸ εἰπεῖν, ὅτι Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ τὸ, ὅτι Ὑπὲρ αὐτῆς προσεύξεται πρὸς σὲ πᾶς ὅσιος· ἐπ ήγαγε· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Οὐ γὰρ ἐγγιοῦσιν αἱ ἁμαρτίαι τῷ λαβόντι τὸ βάπτισμα τῆς ἀφέσεως τῶν παραπτωμάτων διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος. Συγγενὲς δὲ τούτῳ καὶ ἐν τῇ προφητείᾳ Μιχαίου εὕ ρηται· Ὅτι θελητὴς ἐλέους ἐστὶν, ἐπιστρέψει καὶ ἐλεήσει ἡμᾶς· καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θα λάσσης. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Τῇ λαμπούσῃ ψυχῇ ἀπὸ τοῦ κατακλυσμοῦ ἐνιδρυθεὶς ὁ Θεὸς, οἱονεὶ θρόνον αὐτὴν ἑαυτῷ ἀπεργάζεται. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήγῃ. Ἀπὸ μὲν τοῦ ἁμαρτωλοῦ λαοῦ ἀφελεῖ Κύριος ἰσχύον 29.305 τα καὶ ἰσχύουσαν, τῷ δὲ δικαιοπραγοῦντι δίδω σιν ἰσχύν. ∆ιότι Τῷ ἔχοντι παντὶ δοθήσεται. Ἐν δυναμωθεὶς δὲ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων ἐνέργειαν, ἄξιος γίνεται τῆς ἀπὸ τοῦ Θεοῦ εὐλογίας. Ἔοικε δὲ τελειοτάτη τῶν εὐλογιῶν εἶναι ἡ εἰρήνη, εὐστάθειά τις οὖσα τοῦ ἡγεμονικοῦ· ὥστε τὸν εἰρηνικὸν ἄνδρα ἐν τῷ κατεστάλθαι τὰ ἤθη χαρακτηρίζεσθαι· τὸν δὲ πολεμούμενον ὑπὸ τῶν παθῶν μήπω τῆς ἀπὸ Θεοῦ εἰρήνης μετεσχηκέναι, ἣν ὁ Κύριος ἔδωκε τοῖς ἑαυ τοῦ μαθηταῖς, ἥτις, ὑπερέχουσα πάντα νοῦν, φρου ρήσει τὰς ψυχὰς τῶν ἀξίων. Ταύτην καὶ ὁ Ἀπόστολος ἐπεύχεται ταῖς Ἐκκλησίαις, λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Γένοιτο οὖν ἡμῖν καλῶς ἀγωνι σαμένοις, καὶ τὸ φρόνημα τῆς σαρκὸς καταστρεψαμέ νοις, ὅ ἐστιν ἔχθρα εἰς Θεὸν, ἐν γαληνιώσει καὶ ἀκύ μονι καταστάσει τῆς ψυχῆς γενομένης, εἰρήνης ἡμᾶς υἱοὺς χρηματίζειν, καὶ τῆς εὐλογίας τοῦ Θεοῦ μετα σχεῖν ἐν εἰρήνῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ νας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΚΘʹ ΨΑΛΜΟΝ.
Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου ∆αβίδ. Ψαλτήριον μὲν τροπικῶς,
καὶ ὄργανον ἡρμο σμένον μουσικῶς εἰς ὕμνους τοῦ Θεοῦ ἡμῶν, ἡ τοῦ σώματός ἐστι κατασκευή· ψαλμὸς δὲ αἱ διὰ τοῦ σώ ματος πράξεις, αἱ εἰς δόξαν Θεοῦ ἀποδιδόμεναι, ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένου μηδὲν ἐκμελὲς ἀποτελῶ μεν ἐν τοῖς κινήμασιν. Ὠδὴ δέ ἐστιν, ὅσα θεωρίας ἔχεται ὑψηλῆς καὶ θεολογίας. Ὥστε ὁ ψαλμὸς λόγος ἐστὶ μουσικὸς, ὅταν εὐρύθμως κατὰ τοὺς ἁρ μονικοὺς λόγους πρὸς τὸ ὄργανον κρούηται· ᾠδὴ δὲ φωνὴ ἐμμελὴς ἀποδιδομένη ἐναρμονίως, χωρὶς τῆς συνηχήσεως τοῦ ὀργάνου. Ἐνταῦθα τοίνυν, ἐπειδὴ ἐπιγέγραπται, Ψαλμὸς ᾠδῆς, ἡγούμεθα τὴν ἀκό λουθον πρᾶξιν τῇ θεωρίᾳ τὸν λόγον αἰνίσσεσθαι. Οὗ τος δὲ ὁ ψαλμὸς τῆς ᾠδῆς, κατὰ τὴν ἐπιγραφὴν, τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου περιέχει τινὰς λόγους. Καὶ ἔοικε κατὰ μὲν τὸ σωματικὸν, ἐπὶ τῶν χρόνων τοῦ Σολομῶντος, ἀνεγερθέντος τοῦ περιβοήτου ναοῦ, ὁ λόγος διεξοδεύεσθαι, πρὸς τὸ ψαλτήριον μελῳδούμε νος· κατὰ δὲ τὸ νοητὸν, τὴν ἐνσωμάτωσιν τοῦ Θεοῦ Λόγου σημαίνειν, καὶ τὸν ἐγκαινισμὸν τοῦ και νῶς καὶ