1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

32

οὕτω τὰ ἀγωνίσματα φέροντα, ὥστε λέγειν αὐτὸν καταφρονητικῶς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν τῷ βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὥστε δύνασθαι τῷ ἰατρῷ προσιέναι καὶ λέγειν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ, Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἐνταῦθα μέν τοι εὐχαριστία ἐστὶν ὑπὲρ τῆς ἐπαχθείσης αὐτῷ ἰατρείας· Κύριε γὰρ, φησὶν, ὁ Θεός μου. Οὐ πάν των Θεὸς ὁ Θεὸς, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης. Θεὸς γὰρ Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. Εἰ δὲ πάντων ἦν Θεὸς, οὐκ ἂν ἐκείνοις ὡς ἐξαίρετον τοῦτο προσεμαρτυρεῖτο. Καὶ πάλιν ὁ Ἰακώβ· Ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Καὶ Θωμᾶς μετὰ τὴν πληροφορίαν κατασπαζόμενος τὸν ∆εσπότην, Ὁ Κύριός μου, φησὶ, καὶ ὁ Θεός μου. Ἐνδιάθετος οὖν ἡ φωνὴ ἡ, Κύριε ὁ Θεός μου, 29.312 καὶ πρέπουσα τῇ προφητικῇ καταστάσει. Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Οὐδὲν ἐγένετο μέσον τῆς ἐμῆς φωνῆς καὶ τῆς σῆς χάριτος, ἀλλ' ὁμοῦ τε ἐκέ κραξα, καὶ προσῆλθεν ἡ ἴασις. Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ· Ἰδοὺ πάρειμι. Μεγάλα οὖν δεῖ φθέγγεσθαι εὐχόμενον τῷ Θεῷ, ἵνα ταχεῖα ἡμῖν ἐπ ανατείλῃ ἡ ἴασις. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. Περὶ ταύτης τῆς ἰάσεως εὐχαριστεῖ τῷ Θεῷ ὁ κατελθὼν μὲν ἐξ ἀσθενείας εἰς ᾅδην, ἀναχθεὶς δὲ ἀπὸ τοῦ ᾅδου διὰ τῆς δυνάμεως τοῦ ὑπὲρ ἡμῶν καταπαλαίσαντος τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Πολλαχοῦ μὲν οἱ λάκκοι ὀνομάζονται τὰ ὑπόγεια ὀρύγματα, εἰς φυλακὴν δεσμίων ἐπιτετηδευμένα. Οὕτω γὰρ εἴρηται ἐν τῇ Ἐξόδῳ· Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. Ἀλλὰ καὶ τὸν Ἱερεμίαν εἰς λάκκον ἐνέβαλον· καὶ τὸν Ἰωσὴφ ὑπὸ τοῦ φθόνου οἱ ἀδελφοὶ λάκκῳ ἐναπέκλεισαν ὕδωρ μὴ ἔχοντι. Ἑκάστη οὖν πρᾶξις ἢ ἐπὶ τὰ κάτω ἡμᾶς κατάγει, βαρύνουσα ἡμᾶς διὰ τῆς ἁμαρτίας, ἢ ἐπὶ τὰ ἄνω κουφίζει, πτεροῦσα ἡμᾶς πρὸς τὸν Θεόν. Ἔσωσας οὖν ἐμὲ πρό τερον ὄντα ἐν βίῳ πονηρῷ, χωρίσας ἀπὸ τῶν κατα βαινόντων εἰς τὸν ἐσκοτισμένον καὶ κατεψυγμένον τόπον. Τοῦτο οὖν ἐστι τὸ, Ὑπέλαβές με· τουτέστιν, Ἐπανήγαγές με ἀπὸ τῆς εἰς τὸ κάτω φορᾶς, ὡς μὴ δοῦναι καιρὸν ἐπευφρανθῆναί μοι τοὺς ἐχθρούς. Ὃ οὖν ἀλλαχοῦ εἴρηκεν, ὅτι Καταρτιζόμενος τοὺς πό δας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, τὴν εἰς τὰ ὑψηλὰ ἐπάνοδον λάκκου ἀπαλλαγὴν καὶ ὑπόληψιν ὀνομάζει. Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. Οὐκ εἴ τις τῷ στόματι προφέρει τὰ τοῦ ψαλμοῦ ῥήματα, οὗτος ψάλλει τῷ Κυρίῳ· ἀλλ' ὅσοι ἀπὸ καρδίας καθαρᾶς ἀναπέμπουσι τὰς ψαλμῳδίας, καὶ ὅσοι εἰσὶν ὅσιοι, σώζοντες τὴν πρὸς Θεὸν δικαιο σύνην, οὗτοι δύνανται ψάλλειν τῷ Θεῷ τοῖς ῥυ θμοῖς τοῖς πνευματικοῖς ἁρμοζόντως ἀκολουθοῦντες. Πόσοι ἀπὸ πορνείας ἑστᾶσιν ἐνταῦθα, πόσοι ἀπὸ κλοπῆς! πόσοι δόλον, πόσοι ψευδολογίαν ἐν ταῖς καρ δίαις κρύπτοντες! Ψάλλειν οἴονται, τῇ ἀληθείᾳ μὴ ψάλλοντες. Ὅσιον γὰρ καλεῖ πρὸς ψαλμολογίαν ὁ λόγος. Οὐ δύναται δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς ποιεῖν, οὐδὲ καρδία πονηρὰ ῥήματα ζωῆς ἐκβάλλειν. Ποιήσατε οὖν τὸ δένδρον καλὸν, καὶ τοὺς καρποὺς αὐτοῦ καλούς. Καθάρατε τὰς καρδίας, ἵνα καρποφορῆτε τῷ πνεύματι, καὶ δυνηθῆτε, ὅσιοι γενόμενοι, ψάλλειν συνετῶς τῷ Κυρίῳ. Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύ 29.313 νης αὐτοῦ. Οὐκ εἶπεν, Ἐξομολογεῖσθε τῇ ἁγιωσύνῃ αὐτοῦ, ἀλλὰ, Τῇ μνήμη τῆς ἁγιωσύνης αὐτοῦ· τουτέστιν, Εὐχαριστεῖτε. Ἡ γὰρ ἐξομολόγησις ἐν ταῦθα ἀντὶ εὐχαριστίας λαμβάνεται. Εὐχαριστεῖτε οὖν, ὅτι ἐν μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ ἐγένεσθε· οἳ πρότερον, διὰ τὸ ἐμβαθύνειν τῇ κακίᾳ, καὶ ταῖς ἀκαθαρσίαις τῆς σαρκὸς ἐμμολύνεσθαι, εἰς λήθην ἤλθετε τῆς ἁγιωσύνης τοῦ ποιήσαντος ὑμᾶς. Ὑπὲρ οὖν τοῦ ἐξιλασμοῦ τῶν ἡμαρτημένων, ἐξομο λογεῖσθε περὶ τῶν οὐχ ὑγιῶς ὑμῖν προπεπραγμένων. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θε λήματι αὐτοῦ. Πρότερον εἶπε τὸ σκυθρωπὸν, ὀργὴν ἐν τῷ θυμῷ τοῦ Θεοῦ· εἶτα τὸ