1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

34

καὶ οὐκ ἀπονεμητέων· καὶ ἀνδρείαν ἐκ τοῦ περὶ δεινῶν καὶ οὐ δεινῶν· κάλλος δὲ καὶ ἰσχὺν ἀθεωρήτους εἶναι 29.317 ἀρετὰς, ἐπακολουθούσας ταῖς ἐκ θεωρημάτων. Κατὰ γὰρ τὴν συμμετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρημάτων, ἔνιοι τῶν σοφῶν νενοήκασι τὸ κάλλος· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑποβαλλομένων ἐκ τῶν θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, Ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὕτω νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Καλὸς μὲν γὰρ ἤμην κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ διὰ τὸ ἐξ ἐπι βουλῆς τοῦ ὄφεως νεκρωθῆναι τῷ παραπτώματι. Τῷ οὖν κάλλει μου, ὃ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώ της κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόν των πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· κάλλος δὲ ἀληθινὸν, καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητὸν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν. Οὗ ὁ ἐνατενίσας ταῖς μαρμα ρυγαῖς καὶ ταῖς χάρισι, μεταλαμβάνει τι ἀπ' αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς, αἵγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος. Ὅθεν καὶ Μωϋ σῆς, τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν Θεῷ, ἐδοξάσθη τὸ πρόσωπον. Ὁ οὖν αἰσθό μενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν· Κύριε, ἐν τῷ θελήματί σου παρ έσχου τῷ κάλλει μου δύναμιν. Ὥσπερ δὲ ταῖς θεωρητικαῖς ἀρεταῖς ἀθεώρητοι ἀκολουθοῦσι, τό τε κάλλος καὶ ἡ δύναμις, οὕτως εἰσί τινες κακίαι ἀθεώρητοι, ἥ τε αἰσχρότης καὶ ἡ ἀσθένεια. Τί γὰρ ἀωρότερον καὶ εἰδεχθέστερον ψυχῆς ἐμπαθοῦς; Ἴδε μοι τὸν θυμούμενον, καὶ τὴν ἐν αὐτῷ ἀγριότητα. Θέασαι τὸν λυπούμενον, καὶ τὸ ἐν αὐτῷ ταπεινὸν καὶ συμπεπτωκὸς τῆς ψυχῆς. Τὸν δὲ λαγνείαις ἢ γαστριμαργίαις ὑποπεπτωκότα, ἢ φόβοις ἐπτοημέ νον, τίς ἂν καὶ προσβλέψαι ἀνάσχοιτο; διαβαινούσης μέχρι τῶν περάτων τοῦ σώματος τῆς κατὰ ψυχὴν διαθέσεως· ὥσπερ οὖν καὶ τὰ ἴχνη τοῦ κάλλους τῆς ψυχῆς ἐν τῇ καταστάσει τοῦ ἁγίου διαφαίνεται. Προνοητέον τοίνυν τοῦ κάλλους ἡμῖν, ἵνα καὶ ὁ νυμ φίος Λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγε νήθην τεταραγμένος. Ἕως μὲν ὅτε, φησὶν, αἱ ἀκτῖνες τῆς ἐπισκοπῆς σου ἐπέλαμπόν μοι, ἐν εὐ 29.320 σταθεῖ καταστάσει καὶ ἀταράχῳ διῆγον· ἐπειδὴ δὲ ἀπέστρεψάς σου τὸ πρόσωπον, τὸ ἐμπαθὲς καὶ τε θορυβημένον τῆς ψυχῆς ἀπηλέγχθη. Ἀποστρέφειν δὲ λέγεται τὸ ἑαυτοῦ πρόσωπον ὁ Θεὸς, ὅταν ἐν τοῖς τῶν περιστάσεων καιροῖς ἐκδότους ἀφίῃ τοῖς πειρασμοῖς, ἐπὶ τὸ γνωσθῆναι τὸ εὔτονον τοῦ ἀγω νιζομένου. Ἐὰν οὖν ἡ εἰρήνη ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ τὰς καρδίας ἡμῶν, δυνάμεθα τὴν ταραχὴν καὶ τὴν σύγχυσιν τῶν παθῶν διαφυγεῖν. Ἐπεὶ οὖν ἀντίκειται τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ ὡραιότητι καὶ τῇ δυνάμει ἡ ταραχή· εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς, ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως ἐγ γινομένη. Εὐχώμεθα οὖν ἀεὶ ἐπιλάμπειν ἡμῖν τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ἐν καταστήματι ὦμεν ἱεροπρεπεῖ, καὶ πρᾶοι, καὶ παντὶ τρόπῳ ἀτάραχοι ἐκ τῆς πρὸς τὰ καλὰ ἑτοιμότητος. Ἡτοιμάσθην γὰρ, φησὶ, καὶ οὐκ ἐταράχθην. Πρὸς σὲ, Κύριε, κεκρά ξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Πολ λάκις εἴρηται περὶ τοῦ κεκραγέναι πρὸς Κύριον, ὅτι μόνου τοῦ μεγάλα καὶ ἐπουράνια ἐπιθυμοῦντός ἐστι τὸ κράζειν. Εἰ δέ τις μικρὰ καὶ ἐπίγεια αἰτοίη τὸν Θεὸν, μικρᾷ καὶ ταπεινῇ κέχρηται τῇ φωνῇ, μὴ φθανούσῃ εἰς ὕψος, μηδὲ ἐρχομένῃ εἰς τὰς ἀκοὰς τοῦ Κυρίου. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί, φησὶν, ἐκέκραξα; καὶ περὶ τίνος ἐδεήθην πρὸς σὲ τὸν Κύ ριόν μου καὶ τὸν Θεόν μου; Τίς μοι χρεία, φησὶ, σαρκὸς εὐπαθείας καὶ αἵματος πλήθους, μέλλοντος ὅσον οὐδέπω παραδίδοσθαι τῇ κοινῇ διαλύσει τοῦ σώ ματος; Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα, καὶ