35
δουλαγωγῶ, μήπως εὐεκτοῦντος καὶ ὑπερζέοντός μοι τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρ κία γένηται. Μὴ κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυ τὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα σεαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; Μὴ ἐξομολο γήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; Πῶς γὰρ ὁ χοϊκὸς ἄνθρωπος καὶ σάρκινος ἐξομο λογήσεταί σοι τῷ Θεῷ; πῶς δὲ καὶ ἀναγγελεῖ τὴν ἀλήθειαν ὁ μήτε μαθήμασι καιρὸν δοὺς, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν ἑαυτοῦ συγ κεχωσμένον ἔχων; ∆ιὰ τοῦτο τοίνυν ἐκτήκω μου τὴν σάρκα, καὶ ἀφειδῶ τοῦ αἵματος ὅπερ εἰς σάρκα πέ φυκε μεταπήγνυσθαι, ἵνα μηδέν μοι ᾖ πρὸς ἐξομολόγησιν ἢ πρὸς τὴν τῆς ἀληθείας κατανόησιν ἐμ ποδίζον. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγε 29.321 νήθη βοηθός μου. Μετὰ τὸ διηγήσασθαι τίνα ἦν ἃ πρὸς τὸν Θεὸν ἐκέκραξεν, εὐθὺς αἰσθόμενος τῆς ἀν τιλήψεως τοῦ Θεοῦ, παρορμῶν ἡμᾶς πρὸς τὴν τῶν ὁμοίων αἴτησιν, Ἤκουσε, φησὶ, Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Εὐχώμεθα οὖν καὶ ἡμεῖς, καὶ κράζωμεν τὴν πνευματικὴν βοὴν, αἰτούμενοι τὰ μεγάλα, μὴ ἀντιποιούμενοι τῆς σαρκὸς (Οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται), ἵνα καὶ ἡμῶν ἐπακούσῃ ὁ Κύριος, ἐλεήσας ἡμῶν τὸ ἀσθενὲς, καὶ τῆς θείας βοηθείας ἀπολαύσαντες καὶ ἡμεῖς εἵπωμεν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οὐ τῇ τυχούσῃ ψυχῇ ἡ ἀπὸ Θεοῦ χαρὰ ἐγγίνεται, ἀλλ' εἴ τις πολλὰ τὴν ἁμαρτίαν τὴν ἑαυ τοῦ ἀπεκλαύσατο, ἰσχυροῖς ὀδυρμοῖς καὶ θρήνοις διηνεκέσιν, ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ κοπετὸν ἐποιή σατο, τοῦ τοιούτου ὁ κοπετὸς εἰς χαρὰν στρέφεται. Ὅτι δέ ἐστιν ἐπαινετῶς κόψασθαι, δηλοῦσιν οἱ ἐν ταῖς ἀγοραῖς καθήμενοι παῖδες, οἱ λέγοντες· Ἐθρη νήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· ηὐλήσα μεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἔστι δὲ ὁ αὐλὸς ὄρ γανον μουσικὸν πνεύματι συνεργῷ πρὸς τὴν μελ ωδίαν χρώμενον. ∆ιόπερ οἶμαι πάντα ἅγιον προφήτην αὐλὸν τροπικῶς ὀνομάζεσθαι διὰ τὴν ἐκ τοῦ ἁγίου Πνεύματος κίνησιν. ∆ιόπερ, φησὶν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Οἱ γὰρ προφητικοὶ λόγοι προτρέπονται ἡμᾶς ἐπὶ τὴν εὔρυθμον τῆς ἁγίας προφητείας ἐνέργειαν, ἥτις εἴρηται ὄρχησις. Ἀλλὰ καὶ θρηνοῦσιν ἡμῖν οἱ προφῆται, εἰς κοπετὸν ἡμᾶς προκαλούμενοι, ἵνα, εἰς συναίσθησιν ἐλθόντες ἐκ τῶν προφητικῶν λόγων ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασι, κα ταπενθήσωμεν ἡμῶν τὴν ἀπώλειαν, ἐν κόποις καὶ μόχθοις τὴν σάρκα ἡμῶν καταπιέσαντες. Τῷ τοιούτῳ τοίνυν περιῤῥήγνυται μὲν τὸ πενθικὸν ἔν δυμα, ὃ καταπενθῶν ἑαυτοῦ τὴν ἁμαρτίαν περιεβά λετο. Περιτίθεται δὲ αὐτῷ ὁ χιτὼν τῆς εὐφροσύνης, καὶ τὸ ἱμάτιον τοῦ σωτηρίου, τὰ φαιδρὰ ταῦτα καὶ γαμικὰ ἐνδύματα, οἷς ὁ κεκοσμημένος ἐκ τοῦ νυμφῶ νος οὐκ ἐκβληθήσεται. ∆ιέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Συνεργὸς εἰς μετά νοιαν ὁ σάκκος, ταπεινώσεως ὑπάρχων σύμβολον. Πάλαι γὰρ ἂν ἐν σάκκῳ, φησὶ, καὶ σποδῷ καθ ήμενοι μετενόησαν. Ἐπεὶ δὲ ὁ Ἀπόστολος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μετα μορφοῦται ἀπὸ δόξης εἰς δόξαν, τὴν δοθεῖσαν αὐτῷ χάριν ἀπὸ τοῦ Κυρίου ἰδίαν λέγει δόξαν. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. ∆όξα δικαίου τὸ πνεῦμα τὸ ἐν αὐτῷ. Ὁ οὖν ψάλλων τῷ πνεύματι, λεγέτω· Ὅπως 29.324 ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὐκέτι μὴ, φησὶ, ποιήσω ἄξια τοῦ κατανύσσεσθαι καὶ κατακεντεῖσθαι τὴν καρδίαν ἐπὶ τῇ ὑπομνήσει τῆς ἁμαρτίας μου. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, Εὐχαριστήσω. Ἐπειδὴ γὰρ ἔδωκάς μοι τὴν ἐκ τῆς μετανοίας συγ χώρησιν, καὶ ἐπανήγαγές με εἰς δόξαν, τὴν ἐκ τῶν ἁμαρτημάτων αἰσχύνην περιελὼν, διὰ τοῦτο εἰς πάντα τὸν αἰῶνα ἐξομολογήσομαί σοι. Τί γὰρ ἂν