1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

38

εὐθής ἐστι καὶ ὁ μέλλων δοξάζεσθαι Λόγος, ὁ τοῦ Κυρίου, ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ὤν. Εὐθὴς οὖν ὁ Πατήρ· εὐθὴς ὁ Υἱός· εὐθὲς τὸ ἅγιον Πνεῦμα. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί ἐστιν ὃ λέγει; Ἔργον ὁ οὐρανὸς, ἔργον ἡ γῆ, ἔργον ἡ θάλασσα, ὁ ἀὴρ, τὰ ἄψυχα πάντα, τὰ ἔμψυχα, τὰ λογικὰ, τὰ ἄλογα. Πῶς οὖν ἐν πίστει πάντα; ποία πίστις ἐν τοῖς ἀψύχοις; ποία πίστις ἡ τῶν ἀλόγων; Ποία δὲ πίστις ἐν τῷ λίθῳ; ποία δὲ πίστις ἐν τῷ κυνί; Οὔτε ἄψυχον, οὔτε ἄλογον ἐν πίστει. Ἡ μέντοι ἀπόφασις οὐδὲν ὑπεξείλετο, ἀλλὰ πάντα περιείληφεν εἰποῦσα· Πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί οὖν ἐστιν ὃ λέγει; Ἐάν τε οὐ ρανὸν, φησὶν, ἴδῃς, καὶ τὴν ἐν αὐτῷ τάξιν, πίστεώς ἐστιν ὁδηγός· δείκνυσι γὰρ τὸν τεχνίτην δι' ἑαυτοῦ· ἐάν τε τὰς περὶ τὴν γῆν διακοσμήσεις, πάλιν καὶ διὰ τούτων αὔξεταί σοι ἡ περὶ τὸν Θεὸν πίστις. Οὐ γὰρ σαρκίνοις ὀφθαλμοῖς καταμαθόντες τὸν Θεὸν, πεπι στεύκαμεν εἰς αὐτὸν, ἀλλὰ τῇ τοῦ νοῦ δυνάμει διὰ τῶν ὁρωμένων τὸν ἀόρατον καθορῶμεν. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Κἂν τὸν λίθον καταμάθῃς, ἔχει καὶ αὐτός τινα τῆς δυνάμεως τοῦ πεποιηκότος ἀπό δειξιν· κἂν μύρμηκα, κἂν ἐμπίδα, κἂν μέλισσαν. Πολλάκις καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία τοῦ δη μιουργοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελαγῶν ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοι λάνας ὥσπερ αὐλὸν, ὥστε δι' αὐτοῦ τὸν ἰὸν ἀποχεῖ σθαι. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Μηδέν σοι ἀπιστίας ἐφόδιον ἔστω. Μὴ εἴπῃς· Ὡς ἔτυχε, γέγονε τοῦτο, καὶ αὐτομάτως ἀπήντησε τόδε. Οὐδὲν ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲν εἰκῆ γενόμενον, οὐδὲ ὡς ἔτυχε φερόμενον ἐν τοῖς οὖσιν. Ἢ, Κακὴ συντυχία, ἢ, Πο νηρὰ ὥρα. Ἀπαιδεύτων αὗται αἱ φωναί. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ θείου θελήματος. Πόσαι αἱ τρίχες τῆς κεφαλῆς! Μία αὐτῶν οὐκ ἔστιν ἐπιλελη σμένη. Ὁρᾷς τὸν θεῖον ὀφθαλμὸν, ὡς οὐδὲν τῶν μι κροτάτων τὴν ἐπισκοπὴν αὐτοῦ διαφεύγει; Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Εἰ καθ' ἑαυτὴν ὑπῆρχεν ἡ τοῦ Θεοῦ κρίσις, ἀποτόμως ἡμῖν κατὰ τὴν ἀξίαν ἡμῶν ἀποδιδόντος πρὸς ἃ ἐποιήσαμεν, ποία ἦν ἐλπίς; τίς ἂν ἐσώθη τῶν πάντων; Νῦν δὲ Ἀγαπᾷ 29.332 ἐλεημοσύνην καὶ κρίσιν. Οἱονεὶ πάρεδρον ἑαυτῷ τὴν ἐλεημοσύνην ποιησάμενος, καὶ προβληθεῖσαν τῷ βασιλικῷ τῆς κρίσεως θρόνῳ, οὕτω παράγει εἰς κρί σιν ἕκαστον. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Οὔτε ἡ ἐλεημοσύνη ἄκρι τος, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ τῆς κρίσεως οὖν ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συν έζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως· ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργάσηται. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν ἑαυτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτής· ἀλλ' ἐὰν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμ μένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν ἑαυτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος καταντλήμασι πρότερον καὶ πε ριπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδη μα· ἐπὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυ ποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων· ἀγαπᾷ δὲ καὶ κρίσιν ἐπὶ τῶν ἀνενδότων. Τοιοῦτόν τι καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ, ὅτι Ἡ ἐλεημοσύνη σου εἰς σταθμόν. Καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ καὶ σταθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετροῦν τος. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἐνταῦθα διέζευκται ἀπὸ τῆς κρίσεως ὁ ἔλεος. Μόνου γὰρ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τῆς κρίσεως εἰς τὸν