1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

41

κατοικοῦντες τὴν οἰκουμένην, τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν. Ἐπειδὴ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηίνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον, κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦ σα ψυχή. Καταλλήλως οὖν τῇ γῇ ἀποδέδοται τὸ, Αὐ τὸς εἶπε, καὶ ἐγενήθησαν· ἐπὶ μὲν τοῦ πλά 29.340 σματος ἡμῶν τοῦ ἀπὸ τῆς γῆς τὸ, Ἐγενήθη· ἐπὶ δὲ τῆς κατ' εἰκόνα τοῦ Θεοῦ κτισθείσης τὸ, Ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· καὶ τὸ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον· τάχα τὸ μὲν, Ἐγενή θη, ἐπὶ τῆς πρώτης οὐσιώσεως τοῦ ἀνθρώπου λέγεται· τὸ δὲ, Ἐκτίσθη, ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐν τολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν· ἀθετεῖ δὲ λογισμοὺς λαῶν. Ἐξήγησίς ἐστι τοῦ προάγοντος, πῶς ἔκτισεν ὁ Θεὸς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἐκ τοῦ διασκεδάσαι τὰς ἀσυνέτους βουλὰς τῶν λαῶν, ἃς εἶχον περὶ εἰδωλολατρείαν καὶ περὶ πᾶσαν ματαιότητα, καὶ ἀθετεῖν τὰς βουλὰς τῶν ἀρχόντων. ∆υνατὸν δὲ καὶ ἐπὶ τὸν τοῦ πάθους και ρὸν ἀναγαγεῖν ταῦτα, ὅτε οἱ μὲν ἐνόμιζον σταυ ροῦν τὸν βασιλέα τῆς δόξης, ὁ δὲ διὰ τῆς τοῦ σταυ ροῦ οἰκονομίας ἀνενεοῦτο τὴν ἀνθρωπότητα. Ἐν γὰρ τῇ ἀναστάσει διεσκεδάζετο μὲν ἡ βουλὴ τῶν ἐθνῶν, τοῦ Πιλάτου καὶ τῶν στρατιωτῶν, καὶ ὅσοι τὰ περὶ τὸν σταυρὸν ἐνήργουν· ἠθετοῦντο δὲ αἱ βουλαὶ τῶν ἀρχόντων, ἀρχιερέων καὶ γραμματέων καὶ τῶν βα σιλέων τοῦ λαοῦ. Ἡ γὰρ ἀνάστασις πᾶσαν αὐτῶν διέλυσε τὴν ἐπίνοιαν. Ἀναλεγόμενος δὲ τὰ ἐφ' ἑκά στης ἱστορίας ὅσα περὶ τὰ ἄπιστα ἔθνη ἐνήργησεν ὁ Θεὸς, εὑρήσεις καὶ κατὰ τὸν σωματικὸν νοῦν πολλὴν ἔχον τὴν δύναμιν τὸ ῥητόν. Ὅτε γὰρ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ, τότε ὁ βασιλεὺς Συρίας υἱὸς Ἀδὲρ, πολλῇ δυνάμει καὶ βαρείᾳ χειρὶ στρατηγήσας, περιεκάθητο τὴν Σαμάρειαν, ὥστε ἐπιλιπεῖν αὐτοῖς τὰ ἀναγκαῖα, καὶ κεφαλὴν ὄνου πεν τήκοντα εἶναι σίκλων ἀργυρίου, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. Τότε τοίνυν, ἵνα ἡ ἐπαγγελία τοῦ Ἑλισσαίου πληρωθῇ, διεσκεδάσθησαν αἱ βουλαὶ τῆς Συρίας, καὶ κα ταλιπόντες τὰς σκηνὰς ἑαυτῶν καὶ πᾶσαν τὴν πε ριουσίαν ἔφυγον, τοσαύτην εὐθηνίαν καταλιπόντες ἐν τῇ Σαμαρείᾳ, ὥστε μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῆς ἑνὸς σίκλου πωλεῖσθαι. Οὕτω μὲν οὖν ὁ Κύριος οἶδε διασκεδάζειν βουλὰς ἐθνῶν. Πῶς δὲ ἀθετεῖ βουλὰς ἀρχόντων, ἐπὶ τοῦ Ἀχιτόφελ μεμαθήκαμεν, ὅτε ηὔξατο εὐχὴν ὁ ∆αβὶδ λέγων· ∆ιασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. Ὅταν οὖν ἀκούσῃς τινὸς ἀπειλοῦντος μεγάλα, καὶ ἐπαγγελ λομένου σοι παντοδαπὰς ἐπάξειν κακώσεις, ζημίας, ἢ πληγὰς, ἢ θανάτους, ἀπόβλεψον πρὸς τὸν Κύριον τὸν διασκεδάζοντα βουλὰς ἐθνῶν, καὶ ἀθετοῦντα λο γισμοὺς λαῶν. 29.341 Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γε νεάν. Οὐχ ὁρᾷς τὰ τῶν ἐθνῶν δόγματα, τὴν ματαίαν ταύτην φιλοσοφίαν, ὅπως λεπτοὶ καὶ περιττοὶ περὶ τὰς εὑρήσεις τῶν δογμάτων εἰσὶν ἔν τε λογικοῖς θεω ρήμασι καὶ ἠθικαῖς διατάξεσι, καὶ φυσιολογίαις τισὶ καὶ δόγμασιν ἄλλοις τοῖς ἐποπτικοῖς λεγομένοις; πῶς διεσκέδασται πάντα, καὶ ἠχρείωται, μόνη δὲ ἐμ πολιτεύεται νῦν τῷ κόσμῳ ἡ ἀλήθεια τοῦ Εὐαγγε λίου; Πολλαὶ γὰρ αἱ βουλαὶ ἐν καρδίᾳ ἀνθρώπων· ἀλλ' ἡ βουλὴ τοῦ Κυρίου ἐκράτησε. Καὶ ἀναγκαῖόν γε, εἰ μέλλοι μόνιμος καὶ ἑδραία ἡ παρὰ τοῦ Θεοῦ βουλὴ ταῖς ψυχαῖς ἡμῶν ἐναπομένειν, προδια σκεδασθῆναι πρότερον ἐν ἡμῖν τοὺς ἀνθρωπίνους λο γισμούς. Ὥσπερ γὰρ ὁ γράφειν μέλλων ἐν κηρῷ, προκαταλεαίνων πρότερον, οὕτως ἐπιβάλλει τοὺς τύ πους οὓς ἐὰν θέλῃ· οὕτω καὶ καρδίαν χρὴ τὴν μέλ λουσαν τρανῶς ὑποδέχεσθαι τὰ θεῖα λόγια, καθαρὰν ἐκ τῶν ἐναντίων λογισμῶν ἀποδειχθῆναι. Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπεὶ οὖν δύο εἰσὶν