1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

42

οἱ ἐκλεκτοὶ λαοὶ, καὶ δύο αὐτοῖς διαθῆκαί εἰσι δεδωρημέναι, δύνανται κατὰ τὸ, Λο γισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, δὶς τῆς γενεᾶς ὀνομαζομένης, δύο νοεῖσθαι καὶ λογι σμοί· εἷς μὲν καθ' ὃν τὴν προτέραν ἐδεξάμεθα ∆ια θήκην, ἕτερος δὲ ὁ τὴν καινὴν καὶ σωτήριον τοῦ Χριστοῦ διδασκαλίαν ἡμῖν χαρισάμενος. Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Οὐδεὶς μακαρί ζει τὸν λαὸν τῶν Ἰουδαίων, ἀλλὰ τὸν λαὸν τὸν ἀπὸ πάντων τῶν λαῶν ἀριστίνδην ἐξειλεγμένον. Ἡμεῖς γάρ ἐσμεν τὸ ἔθνος, ὧν ἐστι Κύριος ὁ Θεὸς ἡμῶν· ἡμεῖς ἐσμεν καὶ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ· ἔθνος μὲν, διὰ τὸ ἐξ ἐθνῶν πολλῶν συνει λέχθαι, λαὸς δὲ, διὰ τὸ ἀντὶ τοῦ ἀποβληθέντος λαοῦ προσκληθῆναι. Καὶ ἐπειδὴ Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μακαρίζει οὐχὶ τὸν κληθέντα, ἀλλὰ τὸν ἐκλεχθέντα. Μακάριος γὰρ ὃν ἐξελέξατο. Τίς δὲ ἡ αἰτία τοῦ μακαρισμοῦ; Ἡ προσδοκωμένη κληρο νομία τῶν αἰωνίων ἀγαθῶν. Ἢ μήποτε κατὰ τὸν Ἀπόστολον, ἐπειδὴ, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, πρῶτον μα καρίζει τὸ πλήρωμα τῶν ἐθνῶν, ἔπειτα τὸν ὕστερον σωζόμενον Ἰσραήλ; Σώζεται δὲ, δηλονότι, οὐχ ὁ τυχὼν, ἀλλὰ τὸ λεῖμμα μόνον τὸ κατ' ἐκλογὴν χά ριτος. ∆ιὰ τοῦτό φησι· Λαὸς ὃν ἐξελέξατο εἰς κλη ρονομίαν ἑαυτῷ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάν τας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικη τηρίου αὐτοῦ. Τοὺς μένοντας ἐπὶ τοῦ ἰδίου ἀξιώ 29.344 ματος, καὶ ποιοῦντας τὰ ἐπιβάλλοντα τῇ φύσει τῇ ἀνθρωπίνῃ ἄνωθεν ἐφορᾷ ὁ Κύριος· τοὺς δὲ πρὸς τὸ ἔσχατον τῆς κακίας ὑπενεχθέντας ἑτέρως ἐπισκέ πτεται διὰ τοῦ αὐτὸς καταβαίνειν. Κραυγὴ γὰρ, φησὶ, Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομέ νην πρὸς μὲ συντελοῦνται· καὶ πάλιν· Κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἐνταῦθα δὲ, Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Σκόπει τὸν ὑψηλὸν θεατὴν, σκόπει τὸν ἄνωθεν ἐγκατακύπτοντα τοῖς ἀνθρωπίνοις πράγμα σιν. Ὅπου περ ἂν βαδίζῃς, ὅ τι περ ἂν ἐνεργῇς, κἂν ἐν σκότει, κἂν ἐν ἡμέρᾳ, ἐπισκοποῦντα ἔχεις τὸν τοῦ Θεοῦ ὀφθαλμόν. Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Οὐ πύλαι ἀνοίγονται· οὐ παραπετάσματα συνάγονται· ἕτοιμόν ἐστιν εἰς θέαν τὸ κατοικητήριον τοῦ Θεοῦ. Πάντας ἐφορᾷ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐδὲ εἷς διαφεύγει αὐτοῦ τὴν θέαν· οὐ σκότος, οὐ τοῖχοι παρα καλύπτοντες, οὐδὲν ἐμπόδιόν ἐστιν ὀφθαλμοῖς Θεοῦ. Ὅς γε τοσοῦτον ἀπέχει τοῦ μὴ καθέκαστον ἐφορᾷν, ὅτι καὶ τὰς καρδίας ἐφορᾷ, ἃς αὐτὸς ἔπλασεν ἄνευ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας. Ἁπλῆν αὐτὴν ἔπλασε καθ' ἑαυτὴν εἰκόνα σώζουσαν τὴν καρδίαν ὁ δημιουρ γὸς τῶν ἀνθρώπων Θεός· ὕστερον δὲ αὐτὴν τῇ πρὸς τὰ πάθη τῆς σαρκὸς ἐπιπλοκῇ ποικίλην ἐποιήσαμεν καὶ παντοδαπὴν ἡμεῖς τὴν καρδίαν, τὸ θεοειδὲς αὐτῆς καὶ ἁπλοῦν καὶ μονότροπον διαφθείραντες. Ἐπεὶ οὖν καρδιῶν ἐστι δημιουργὸς, διὰ τοῦτο καὶ συνίησι πάντα τὰ ἔργα ἡμῶν. Ἔργα δὲ λέγομεν καὶ τοὺς λόγους καὶ τὰς ἐννοίας, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν τοῦ ἀνθρώπου κίνησιν. Ποίᾳ γὰρ διαθέσει καὶ τίνι προθέσει, πότερον εἰς ἀνθρώπων ἀρέσκειαν, ἢ εἰς ὑπουργίαν τῶν δεδομένων ἡμῖν προσταγμάτων παρὰ Θεοῦ, μόνος οἶδεν ὁ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν. ∆ιὰ τοῦτο καὶ περὶ παντὸς ῥήματος ἀργοῦ διδόαμεν λόγον. Καὶ ἕως ποτηρίου ὕδατος ψυχροῦ τὸν μισθὸν οὐκ ἀπόλλυμεν, διὰ τὸ εἰς πάντα ἡμῶν τὰ ἔργα συνιέναι τὸν Κύριον. Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. Οὐ στρατιωτικῆς δυνάμεως περιβολὴ, οὐ τείχη πόλεων, οὐ πεζικὴ φάλαγξ, οὐχ ἱππικὴ δύναμις, οὐ ναυτικῆς ἰσχύος παρασκευὴ βασιλεῖ τὴν σωτηρίαν περιποιεῖ. Κύριος γὰρ καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη. Σώζεται 29.345 οὖν βασιλεὺς οὐ παρὰ τὴν πολλὴν δύναμιν, ἀλλὰ παρὰ τὴν θείαν χάριν. Ὥστε ἀληθῆ καὶ τούτοις εἶναι τὸν λόγον, ὅτι Χάριτί ἐστε σεσωσμένοι. Ὥσπερ