44
ἐπιδείκνυται, ἀλλὰ μετὰ πάσης χαρᾶς ὑποδέχεται τὰς ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου κακώσεις, Οὐ μόνον, φησὶν, ὑπομένομεν, ἀλλὰ καὶ Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Ἀρκεῖ ἡμῖν τὸ ὀνομάζεσθαι Χριστια νοὺς πρὸς τὸ πᾶσαν ἐκφυγεῖν τὴν ἀπὸ τῶν ἐναντίων 29.349 ἐπήρειαν. Ἅγιον δὲ τὸ ὄνομα εἶναι λέγεται τοῦ Θεοῦ, οὐ πάντως διὰ τὸ ἐν συλλαβαῖς ἔχειν τινὰ δύναμιν ἁγιαστικὴν, ἀλλ' ὅτι πᾶσα ἡ ἰδιότης τοῦ Θεοῦ, καὶ ἡ ἔννοια τῶν ἐξαιρέτως περὶ αὐτὸν θεωρου μένων ἁγία ἐστὶ καὶ ἁγνή. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί. Ὁρᾷς πῶς ἐπιστημόνως προσηύξατο; Τὴν ἰδίαν διάθεσιν μέτρον ἐποίησε τῆς ἐπιχορηγίας τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τοσοῦτος, φησὶ, γένοιτο ὁ ἔλεός σου ἐφ' ἡμᾶς, ὅσην φθάσαντες ἡμεῖς ἐπὶ σοὶ τὴν ἐλπίδα κατεβαλό μεθα. Πᾶσα δὲ ἡμῶν ἡ ἐλπὶς ἐπιστρέψαι εἰς τὴν ἀνάπαυσιν, ἵνα, μετασχηματισθέντος τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν, νοήσωμεν αὐτὸ τοῦτο γενό μενον σύμμορφον τῷ σώματι τῆς δόξης.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΓʹ ΨΑΛΜΟΝ.
Τῷ ∆αβὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ
ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Ἐπὶ δύο ὑποθέσεις ἕλκει ἡ ἔννοια τοῦ ψαλμοῦ. Τά τε ἐν τῇ Νομβᾷ τῇ πόλει τῶν ἱερέων γενόμενα παρὰ τοῦ ∆αβὶδ δοκεῖ οἰκείως ἔχειν τῇ ἐπιγραφῇ, τά τε ἐν τῇ Γὲθ παρὰ τῷ Ἀγχοὺς τῷ βασιλεῖ τῶν ἀλλο φύλων. Ἠλλοίωσε μὲν γὰρ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε τῷ Ἀβιμέλεχ διελέγετο τῷ ἱερεῖ, κρύπτων μὲν τὴν φυγὴν, σπουδάζειν δὲ δὴ προστάγματι ὑπουργεῖν βασιλικῷ προσποιούμενος, ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ. Ἠλλοίωσε δὲ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε ἐν μέσοις τοῖς πολεμίοις ἀποληφθεὶς, ἐπειδὴ ᾔσθετο αὐτῶν διαλεγομένων πρὸς ἀλλήλους, καὶ παρασκευαζο μένων εἰς ἄμυναν. Εἶπον γὰρ, φησὶν, οἱ παῖδες Ἀγχοὺς πρὸς ἑαυτούς· Οὐχ οὗτος ∆αβὶδ ὁ βασι λεὺς τῆς γῆς; Οὐχὶ τούτῳ ἐξῆρχον ἐν χορῷ λέ γουσαι, Ἐπάταξε ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ; Καὶ ἐφοβήθη, φησὶ, ∆αβὶδ ἀπὸ προσώπου Ἀγχοὺς, καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ κατ' ὀφθαλμοὺς αὐτῶν. Πῶς οὖν ἡ μὲν ἐπιγραφὴ Ἀβιμέλεχ ὀνομάζει, ἡ δ' ἱστορία Ἀγχοὺς παραδίδωσι τὸν βασιλέα Γετθαίων; Τοιοῦτον λόγον τινὰ φθάσαντα ἐκ παραδόσεως εἰς ἡμᾶς ἔχομεν, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων κοινὸν μὲν εἶχον ὄνομα τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο. Ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστι βασιλείας ἰδεῖν, Καίσαρας λεγομένους κοινῶς καὶ Αὐ γούστους, ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους ὀνόματα. Τοιοῦτον καὶ παρ' Αἰγυπτίοις ἐστὶ τὸ Φα 29.352 ραώ. Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰω σήφ· Φαραὼ καὶ ὁ ἐπὶ Μωϋσέως μετὰ τέσσαρας γε νεὰς ἐγερθεὶς βασιλεὺς Αἰγύπτου· Φαραὼ καὶ ὁ κατὰ τοὺς χρόνους Σολομῶντος· Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ· καὶ ὁ κατὰ τοὺς χρόνους τῆς προφητείας Ἱερεμίου Φαραὼ προσηγορεύετο. Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ,καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν ∆αβίδ. Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρηται, ὅτι Καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων. Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ· Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας. Οὕτως οὖν καὶ νῦν κατὰ τοὺς χρό νους ∆αβὶδ Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν τῆς βασιλείας ὄνομα. Ἀγχοὺς δὲ παραδέδοται ὑπὸ τῆς ἱστορίας, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον. Ἐπὶ τούτου τοίνυν ἠλλοίωσεν ἑαυτοῦ τὸ πρόσωπον, παραφερόμενος ἐν ταῖς χερσὶ τῶν οἰκε τῶν, καὶ ψοφῶν παρὰ τὰς πύλας τῆς πόλεως, καὶ καταῤῥέων,