1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

46

τοῦ Εὐαγγελίου ἐπαινεῖ; Ὅς ἐστι σύνδουλος καὶ διάκονος ὑμῶν ἐν Κυρίῳ. Ἐὰν μέντοι τις ἐπὶ σώματος 29.356 κάλλει, ἢ γονέων περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυ ρίῳ ἐπαινεῖται αὐτοῦ ἡ ψυχὴ, ἀλλ' ἐν τῇ ματαιότητί ἐστι τῶν τοιούτων ἕκαστος. Οὐδὲ γὰρ αἱ μέσαι τέ χναι τὸ ἀληθινῶς ἐπαινετὸν ἔχουσι, κυβερνῆται, ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανη ρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων κατασκευάς. Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι, οὐκ ἐν Κυρίῳ ἔχουσι τὴν ἑαυτῶν ψυχήν. Ἀρκεῖ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου ∆εσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρο νήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τε τάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἐν τῷ Κυρίῳ οὖν ἐπαι νεθήσεται ἡ ψυχή μου. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Ἐπειδὴ ἄνευ πολέμου, φησὶ, κατωρθώθη μοι ἡ σωτηρία ἐκ μόνης τῆς κατὰ πρόσωπον ἀλλοιώσεως, διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἀπατηθέντων τῶν πολεμίων· Ἀκουσάτωσαν πραεῖς, ὅτι δυνατὸν καὶ ἡσυχάζοντας ἐγεῖραι τρόπαιον, καὶ μὴ μαχομένους νικητὰς ἀποφανθῆναι· Καὶ εὐφραν θήτωσαν, βεβαιούμενοι εἰς τὴν πραότητα τῷ κατ' ἐμὲ ὑποδείγματι. Ἔλαβον γὰρ ταύτην τὴν χάριν παρὰ Θεοῦ, ἐπειδὴ κατώρθωσα τὴν πραότητα. Μνή σθητι, Κύριε, τοῦ ∆αβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Μεγίστη γὰρ τῶν ἀρετῶν ἡ πραότης· διὸ καὶ τοῖς μακαρισμοῖς ἐγκατείλεκται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἐκείνη γὰρ ἡ γῆ, ἡ ἐπουράνιος Ἱερουσαλὴμ, οὐ γίνεται τῶν μαχομένων λάφυρον, ἀλλὰ μακροθύμων καὶ πραϋπαθῶν ἀνδρῶν πρόκειται κληρονομία. Ἴσον δὲ δύναται τὸ, Ἀκουσάτωσαν πραεῖς, καὶ τὸ, Ἀκουσάτωσαν οἱ Χριστοῦ μαθηταί. Τάχα δὲ προ φητικῶς βούλεται μέχρις ἡμῶν διαβῆναι τὸ θαῦμα τῆς τοῦ Θεοῦ εἰς αὐτὸν εὐεργεσίας. Ἀκουσάτωσαν γὰρ οἱ πολλαῖς ὕστερον γενεαῖς γενήσεσθαι τοῦ Χρι στοῦ μαθηταὶ μέλλοντες. Τούτους γὰρ ὠνόμασε πραεῖς, οἷς ὁ Κύριος διαλέγεται· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οἱ κατεσταλμένοι τὰ ἤθη καὶ παντὸς πάθους ἀπηλλαγμένοι, ὡς μηδεμίαν ἔχειν ταραχὴν ἐνοικοῦσαν αὐτῶν ταῖς ψυχαῖς, οὗτοι πραεῖς προσαγορεύονται. ∆ιὸ καὶ Μωϋσῆς μεμαρτύρηται πραῢς εἶναι παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Πρέποντα ἑαυτῷ χορὸν εἰς δοξολογίαν τοῦ Κυρίου παραλαμβά 29.357 νει. Μηδεὶς ταραχώδης, μηδὲ τεθορυβημένος, μηδὲ ἐκ τῶν παθῶν τῆς σαρκὸς τὴν ψυχὴν παροιστρῶν ἐγκαταμιγήτω μοι· ἀλλ' ὑμεῖς οἱ πραεῖς, οἱ τὸ βεβη κὸς καὶ εὐσταθὲς τῆς ψυχῆς κατωρθωκότες, τὸ δὲ νωθρὸν καὶ ὑπνῶδες πρὸς τὰς τῶν καθηκόντων ἐνερ γείας ἀποσειόμενοι, ὑμεῖς μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Μεγαλύνει δὲ τὸν Κύριον ὁ μεγάλῃ διανοίᾳ καὶ γαύρῳ τῷ φρονήματι καὶ ἐπηρμένῳ τοὺς ὑπὲρ τῆς εὐσεβείας πειρασμοὺς ὑπομένων. Ἔπειτα δὲ καὶ ὁ μεγάλῃ τῇ διανοίᾳ καὶ θεωρήμασι βαθυτάτοις τὰ μεγέθη τῆς κτίσεως καθορῶν, ἵν' ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουρ γὸν αὐτῶν θεωρήσῃ. Ὅσῳ γάρ τις ἐπὶ πλεῖον ἐμβαθύνει τοῖς λόγοις καθ' οὓς γεγένηται τὰ ὄντα, καὶ καθ' οὓς οἰκονομεῖται, τοσούτῳ μᾶλλον θεωρεῖ τὴν μεγαλοπρέπειαν τοῦ Κυρίου, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ, μεγαλύνει τὸν Κύριον. Ἐπεὶ οὖν εἷς νοῦς καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνερ γείας παραλαμβάνει. ∆εῖ γὰρ πᾶσαν σχολὴν ἄγειν ἀπὸ θορύβων τῶν ἔξωθεν, καὶ πᾶσαν ἡσυχίαν ἐν τῷ κρυπτῷ τῆς καρδίας βουλευτηρίῳ ποιήσαντα, οὕτως ἐπιβάλλειν τῇ θεωρίᾳ τῆς ἀληθείας. Ἀκούεις τοῦ ἐξομολογουμένου τὴν ἁμαρτίαν, τί φησιν; Ἐτα ράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Οὐ μόνον δὲ θυμὸς, ἀλλὰ καὶ ἐπιθυμία, καὶ δειλία, καὶ φθόνος ὀφθαλμὸν ψυχῆς