50
καὶ ἐπείνασαν. Ἐπειδὴ γὰρ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, ἦλθεν ἐπ' αὐτοὺς ὁ λιμὸς τοῦ ἄρτου· καὶ ἐπειδὴ ἐπεβούλευ σαν τῇ πηγῇ τοῦ ὕδατος τοῦ ζῶντος, ἦλθεν αὐτοῖς ἡ δίψα, καὶ ἐπετέθη αὐτοῖς ἡ ἐκ τῆς δίψης κόλα σις· λιμὸς δὲ οὐχὶ ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἐπτώχευσαν μὲν οὖν καὶ ἐπείνασαν. Οἱ μέντοι ἀπὸ τῶν ἐθνῶν μαθόντες ἐκζητεῖν τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸ παντέλειον ἀγαθὸν αὐτός ἐστιν ὁ Θεός· οὗ οὐκ ἐλαττωθήσονται πάντες οἱ ἐκζητοῦντες αὐτόν. Μὴ γάρ μοί τις ἀπαίδευτος, ἀδιάκριτον ἔχων τὸν περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπον, ἀγαθὸν ὀνομαζέτω τὸν πρόσκαιρον ἔχοντα τὴν ἀπόλαυ σιν καὶ τῇ φθορᾷ τοῦ σώματος συναπερχομέ νην. Ὁ γὰρ τὸν σωματικὸν πλοῦτον καὶ τὰ σωματικὰ προτερήματα εἰς τὴν τοῦ ἀγαθοῦ τάξιν κατάγων, εἰς πράγματα εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια ἄγει τὸ σε μνὸν καὶ μόνῳ Θεῷ πρέπον ὄνομα, καὶ ἅμα ἐναντιώ ματι χαλεπωτάτῳ περιπεσεῖται. Ἢ γὰρ τοὺς ἀποστό λους ἐρεῖ, παρὰ τὸ μὴ ἐκζητῆσαι τὸν Κύριον, μὴ τετυχηκέναι τῶν σωματικῶν ἀγαθῶν· ἢ εἰ ἐκζη τοῦντες ἀπετύγχανον τῶν τοιούτων ἀγαθῶν, τῆς Γρα φῆς αὐτῆς κατηγορήσει λεγούσης μηδενὸς ἀγαθοῦ ἐλαττοῦσθαι τοὺς ἐκζητοῦντας τὸν Κύριον. Ἀλλὰ καὶ ἐξεζήτουν οἱ ἅγιοι τὸν Κύριον, καὶ τῆς αὐτοῦ τοῦ ζη τουμένου καταλήψεως οὐκ ἠλαττοῦντο, οὐδὲ τῶν ἀπο κειμένων ἐν τῇ αἰωνίᾳ ἀναπαύσει ἀγαθῶν ἐστε ρήθησαν. Περὶ ἐκείνων γὰρ λέγοιτο ἂν κυρίως τὸ, Παντὸς ἀγαθοῦ. Αἱ γὰρ σωματικαὶ ἀπολαύσεις πλεῖον τὸ ὀδυνηρὸν ἔχουσι τοῦ ἡδέος· οἱ γάμοι τὰς ἀπαιδίας, τὰς χηρείας, τὰς διαφθοράς· αἱ γεωργίαι τὴν ἀκαρπίαν· αἱ ἐμπορίαι τὰ ναυάγια· οἱ πλοῦτοι τὰς ἐπιβουλάς· αἱ τρυφαὶ καὶ οἱ κόροι, καὶ αἱ συν εχεῖς ἀπολαύσεις τὸ ποικίλον τῶν νοσημάτων, καὶ τὸ πολυειδὲς τῶν παθῶν. Παῦλος μέντοι καὶ ἐξεζή τει τὸν Κύριον, καὶ οὐδὲν αὐτῷ ἔλειπε τῶν ἀγα θῶν. Καίτοι τίς ἂν ἐξαριθμήσαιτο τὰ τοῦ σώματος ὀχληρὰ, οἷς παρὰ πάντα τὸν ἑαυτοῦ βίον συνέζη; Τρὶς ἐῤῥαβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἐν ὁδοιπορίαις 29.369 πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλά κις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀνάγκαις πολλάκις. Μέ χρι τῆς ἐσχάτης ὥρας καὶ πεινῶν ἄνθρωπος, καὶ διψῶν, καὶ γυμνητεύων, καὶ κολαφιζόμενος, πῶς οὐκ ἠλαττοῦτο τῶν σωματικῶν ἀγαθῶν; Ἀνάγαγε οὖν μοι τὴν διάνοιαν ἐπὶ τὸ ὄντως ἀγαθὸν, ἵνα καὶ τὴν συμφωνίαν τῆς Γραφῆς ἐπιγνῷς, καὶ σεαυτὸν μὴ καταβάλῃς τῇ ἀμφιβολίᾳ τῆς ἐννοίας. ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Ἐνδιαθέτου διδασκάλου φωνὴ, προσκαλουμένου εἰς μάθησιν διὰ πατρικῆς εὐσπλαγ χνίας. Καὶ γὰρ τέκνον ἐστὶ πνευματικὸν τοῦ διδασκά λου ὁ μαθητής. Ὁ γὰρ παρά τινος τὴν μόρφωσιν τῆς εὐσεβείας δεχόμενος, οὗτος οἱονεὶ διαπλάττεται παρ' αὐτοῦ, καὶ εἰς σύστασιν ἄγεται, ὥσπερ καὶ ὑπὸ τῆς κυοφορούσης τὰ ἐν αὐτῇ διαμορφούμενα βρέφη. Ὅθεν καὶ Παῦλος ὅλην τὴν Ἐκκλησίαν τῶν Γαλατῶν, ἐκ τῶν προτέρων διαπεσοῦσαν μαθημάτων, καὶ οἱονεὶ ἀμβλωθεῖσαν, πάλιν ἀναλαμβάνων, καὶ μορφῶν ἄνωθεν ἐν αὐτοῖς τὸν Χριστὸν, τέκνα ἔλεγε· καὶ ἐπειδὴ μετ' ὀδύνης καὶ θλίψεως ἐποιεῖτο τῶν ἐσφαλ μένων τὴν ἐπανόρθωσιν, ὠδίνειν ἔλεγε τῇ ψυχῇ διὰ τὴν ἐπὶ τοῖς ἀποπεσοῦσι λύπην. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. ∆εῦτε οὖν, τέκνα, ἀκούσατέ μου. Τί ποτε ἄρα διδά σκειν μέλλει ὁ πνευματικὸς ἡμῶν πατήρ; Φόβον, φησὶ, Κυρίου διδάξω ὑμᾶς. Ἐπειδὴ ἄνω προσέταξε φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ ἐκ τοῦ φόβου κέρδος ὑπέδειξεν, εἰπὼν, Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· νῦν καὶ διδασκαλίαν τινὰ τοῦ θείου φόβου ἡμῖν παραδίδωσι. Τὸ μὲν γὰρ, ὅτι χρὴ ὑγιαίνειν, παντός ἐστιν εἰπεῖν, καὶ τοῦ ἰδιώτου· τὸ δὲ, πῶς χρὴ κτήσασθαι τὴν ὑγείαν, τοῦτο ἴδιον ἤδη τοῦ τὴν ἰατρικὴν τέχνην ἐπισταμένου. Οὐ πᾶς φόβος ἀγαθόν ἐστι καὶ σωτήριον, ἀλλ' ἔστι τις καὶ ἐχθρὸς φόβος, ὃν ἀπεύχεται ὁ Προφήτης ἐγγενέσθαι αὐτοῦ τῇ ψυχῇ, λέγων· Ἀπὸ φόβου