1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

51

ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ἐχθρὸς γὰρ φόβος ὁ θανάτου ἡμῖν δει λίαν ἐμποιῶν, ὁ προσώπων ὑπεροχὰς καταπτήσσειν ἡμᾶς ἀναπείθων. Πῶς γὰρ ὁ ταῦτα φοβούμενος δυνή σεται ἐν καιρῷ μαρτυρίου μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, καὶ ἀποδοῦναι τῷ Κυ ρίῳ τὴν ὀφειλὴν, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι; Καὶ ὁ ὑπὸ δαιμόνων εὐπτόητος τὸν ἐχθρὸν ἔχει φόβον ἐν ἑαυτῷ. Καὶ ὅλως, ὁ τοιοῦτος φόβος ἀπι στίας ἔοικεν ἔγγονον εἶναι πάθος. Οὐδεὶς γὰρ πι στεύων ἰσχυρὸν αὐτῷ παρεῖναι τὸν βοηθὸν φοβεῖται ἀπό τινος τῶν ἐπιχειρούντων αὐτὸν ἐκταράσσειν. Φό βος δὲ ὁ σωτήριος, καὶ φόβος ἁγιασμοῦ ποιητικὸς, φόβος ὁ κατ' ἐπιτήδευσιν, καὶ οὐχὶ κατὰ πάθος ἐγγι νόμενος τῇ ψυχῇ, ποῖός ἐστι βούλει διηγήσωμαι; 29.372 Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικα στήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔν δοξον· παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτα σιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ πολλὰ πονηρὰ πεποιηκότι κατὰ τὸν βίον φοβεροί τινες καὶ κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέον τες, διὰ τὴν πικρίαν τῆς προαιρέσεως, νυκτὶ ἐοικό τες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπές· ἐν τῷ σκότει τὴν μὲν καυστικὴν δύνα μιν ἔχον, τὸ δὲ φέγγος ἀφῃρημένον. Εἶτα σκωλήκων γένος ἰοβόλον καὶ σαρκοφάγον, ἀπλήστως ἐσθίον, καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει. Εἶτα τὴν πασῶν χαλεπωτάτην κόλα σιν, τὸν ὀνειδισμὸν ἐκεῖνον καὶ τὴν αἰσχύνην τὴν αἰώ νιον. Ταῦτα φοβοῦ· καὶ τούτῳ τῷ φόβῳ παιδευόμε νος, οἱονεὶ χαλινῷ τινι ἀνάκοπτε τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Τοῦτον τὸν φόβον τοῦ Κυ ρίου διδάσκειν ἡμᾶς ὁ πατὴρ ἐπηγγείλατο· οὐχ ἁπλῶς διδάσκειν, ἀλλὰ τοὺς ἀκούειν αὐτοῦ προαιρουμένους· οὐ τοὺς μακρὰν ἀποπεσόντας, ἀλλὰ τοὺς δι' ἐπι θυμίαν τοῦ σωθῆναι προστρέχοντας· οὐ τοὺς ξένους τῶν ∆ιαθηκῶν, ἀλλὰ τοὺς ἐκ τοῦ βαπτίσματος τῆς υἱοθεσίας οἰκειουμένους τῷ λόγῳ. ∆ιὰ τοῦτο, φησὶ, δεῦτε· τουτέστι, διὰ τῶν ἀγαθῶν ἔργων ἐγγίσατέ μοι, τέκνα, υἱοὶ φωτὸς γενέσθαι διὰ τῆς παλιγγενεσίας καταξιωθέντες. Ἀκούσατε, οἱ ἔχοντες τὰ ὦτα τῆς καρδίας ἀνεῳγμένα· Φόβον Κυρίου διδάξω ὑμᾶς· τοῦτον, ὃν μικρῷ πρόσθεν ὁ λόγος ὑμῖν ὑπ έγραψεν. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγα πῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἴ τις θέλει, φησὶ, ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν τὴν θανάτῳ μὴ διακοπτομένην. Νῦν γὰρ, φησὶν, ἀποθνήσκετε, Καὶ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκοῦν καὶ ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ὁμοίως δὲ καὶ αἱ ἡμέ ραι ἄλλαι εἰσὶν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ Προφήτης. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος, τοῦ κόσμου μέτρον ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται, συναφομοιοῦ ται τῇ φύσει τοῦ κόσμου ὃν ἐκμετρεῖ. Μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται. ∆ιὰ τοῦτό φησιν ὁ Ἀπόστολος· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ 29.373 ἡμέραι πονηραί εἰσι. Καὶ ὁ Ἰακὼβ δὲ, Αἱ ἡμέ ραι, φησὶ, τῶν ἐτῶν μου μικραὶ καὶ πονηραί. Οὐκ οῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ, ἀλλ' ἐν θανάτῳ. ∆ιὸ καὶ ηὔχετο ὁ Ἀπόστολος, λέγων· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἄλλη δέ τίς ἐστι ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινές εἰσιν ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐ τῶν φῶς αἰώνιον, καταλάμπων αὐτὰς τῷ φωτὶ τῆς ἑαυτοῦ δόξης. Μὴ τοίνυν, ὅταν ἀκούσῃς ἡμερῶν ἀγα θῶν, τὴν ἐνταῦθά σοι νομίσῃς ζωὴν ἐν ἐπαγγελίαις προκεῖσθαι. Φθαρταὶ γάρ εἰσιν αὗται, ἃς ὁ αἰσθητὸς ἥλιος