53
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ὥσπερ οἱ ἅγιοι σῶμά εἰσι Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ τοὺς μὲν ὀφθαλμοὺς, τοὺς δὲ γλώσ σας, ἑτέρους τὸν τῶν χειρῶν, καὶ ἄλλους τὸν τῶν ποδῶν ἐπέχοντας λόγον· οὕτω καὶ αἱ ἅγιαι δυ νάμεις αἱ πνευματικαὶ καὶ περὶ τὸν οὐράνιον οὖσαι 29.377 τόπον, αἱ μὲν ὀφθαλμοὶ λέγονται, τῷ τὴν ἐπισκοπὴν ἡμῶν πιστευθῆναι, αἱ δὲ ὦτα, τῷ παραδέχεσθαι ἡμῶν τὰς δεήσεις. Νῦν οὖν τὴν ἐποπτικὴν ἡμῶν δύναμιν, καὶ τὴν τῶν εὐχῶν ἀντιληπτικὴν, ὀφθαλμοὺς εἶπε καὶ ὦτα. Ὀφθαλμοὶ οὖν Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἐπειδὴ πᾶσα πρᾶξις τοῦ δικαίου ἀξία τῆς θεωρίας τοῦ Θεοῦ, καὶ πᾶν ῥῆμα, τῷ μηδὲν ἀργῶς λέγεσθαι παρὰ τοῦ δικαίου, ἐνεργόν ἐστι καὶ ἔμπρακτον, διὰ τοῦτο ἀεὶ ἐφορᾶσθαι καὶ ἀεὶ εἰσακούεσθαι τὸν δίκαιον ὁ λόγος φησί. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Πρόσωπον οἶμαι τὴν πεπαῤῥησιασμένην καὶ φανερὰν τοῦ Κυρίου ἐπιδημίαν τὴν ἐπὶ τῆς κρίσεως λέγεσθαι. ∆ιὸ καὶ ὀφθαλμοὶ Κυρίου, ὡς ἔτι πόῤ ῥωθεν ἐπισκοποῦντος ἡμᾶς, ἐπιβλέπειν τὸν δίκαιον εἴρηνται· αὐτὸ δὲ τὸ πρόσωπον ἐπιφανήσεσθαι, ἐπὶ τὸ ἐξολοθρεῦσαι ἐκ γῆς πᾶν τὸ τῆς πονηρίας μνημό συνον. Μὴ γάρ μοι σωματικῶς διαπεπλασμένον τὸ πρόσωπον τοῦ Θεοῦ νοήσῃς· ἐπεὶ οὕτω γε καὶ ἄλογον εἶναι δόξει τὸ παρὰ τῆς Γραφῆς εἰρημένον, ἰδίᾳ μὲν ὀφθαλμοὺς ὑπάρχειν ἐπιλάμποντας τῷ δι καίῳ, ἰδίᾳ δὲ τὸ πρόσωπον ἐπιφερόμενον τοῖς πονη ροῖς. Καίτοι οὔτε ὀφθαλμοὶ χωρὶς προσώπου, οὔτε πρόσωπον ὀφθαλμῶν ἐστιν ἄμοιρον. Ἄνθρωπος μὲν οὖν οὐ μὴ ἴδῃ τὸ πρόσωπον Κυρίου, καὶ ζήσε ται· οἱ δὲ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. ∆ιότι νῦν μὲν χωρῆσαι ἡμᾶς τὴν θέαν τῆς ἐνδόξου ἐπιφανείας διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν περικειμένην ἡμῖν ἀμήχανον· οἱ μέν τοι ἄγγελοι, τῷ μηδὲν ἔχειν προκάλυμμα τοιοῦτον παραπλήσιον τῇ ἡμετέρᾳ σαρκὶ, ὑπ' οὐδενὸς ἐμπο δίζονται διηνεκῶς ἐνατενίζειν τῷ προσώπῳ τῆς δόξης τοῦ Θεοῦ. Ὥστε καὶ ἡμεῖς, ἐπειδὰν γενώμεθα υἱοὶ τῆς ἀναστάσεως, τότε καταξιωθησόμεθα τῆς πρόσ ωπον πρὸς πρόσωπον γνώσεως. Τότε δὲ οἱ μὲν δί καιοι ἐν ἀγαλλιάσει τῆς θέας τοῦ προσώπου κατ αξιωθήσονται· οἱ δὲ ἁμαρτωλοὶ ἐν κρίσει, μελλούσης ἐξολοθρεύεσθαι παρὰ τῆς δικαίας κρίσεως τοῦ Θεοῦ πάσης τῆς ἁμαρτίας. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Νοητὴ τῶν δικαίων ἡ κραυγὴ, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν ἔχουσα, δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ὁ γὰρ μεγάλα αἰτῶν, καὶ περὶ ἐπουρανίων εὐχόμενος, οὗτος κράζει, καὶ ἀκουστὴν ἀναπέμπει 29.380 τῷ Θεῷ τὴν εὐχήν. Ἐκέκραξαν οὖν οἱ δίκαιοι· οὐδὲν μικροπρεπὲς, οὐδὲ γήϊνον, οὐδὲ ταπεινὸν ἐπεζήτησαν. ∆ιὰ τοῦτο αὐτῶν παρεδέξατο τὴν φωνὴν ὁ Κύριος, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· οὐ τοσοῦτον ἀπολύων αὐτοὺς τῶν ὀχληρῶν, ὅσον κρείτ τονας τῶν συμβαινόντων κατασκευάζων. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Τῇ ἑαυτοῦ ἀγαθότητι πᾶσιν ἐγγίζει· μακρύνομεν δὲ ἑαυτοὺς ἡμεῖς διὰ τῆς ἁμαρτίας. Ἰδοὺ γὰρ, φησὶν, οἱ μα κρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. ∆ιὰ τοῦτο Μωϋσῆς ἐγγίζειν λέγεται τῷ Θεῷ· καὶ εἴ τις ἄλλος παραπλήσιος ἐκείνῳ, δι' ἀνδραγαθήματα καὶ πράξεις ἀγαθὰς ἐγγὺς γίνεται τοῦ Θεοῦ. Ἄντικρυς δὲ προφητείαν ἔχει ὁ λόγος τῆς ἐπιδημίας τοῦ Κυ ρίου, καὶ σύμφωνος τῷ προάγοντι. Ἐκεῖ μὲν γὰρ ἐλέγετο· Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· τουτέστιν, ἡ ἐπιφάνεια αὐτοῦ κατὰ τὴν κρίσιν ἐπὶ ἀφανισμῷ πάσης πονηρίας γενήσεται· ἐνταῦθα δὲ, Ἐγγὺς ὁ Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, τὴν ἐπιδημίαν τὴν τοῦ Κυρίου τὴν ἐν σαρκὶ προαγγέλλει, ἐγγίζουσαν ἤδη, καὶ οὐ μακρὰν ἀφεστηκυῖαν. Καὶ τοῦτό σοι πιστὸν ἐκ τῆς Ἡσαΐου προφητείας γενέσθω· Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με·