1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

54

εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσαθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ γὰρ ἰατρὸς ἀπεστέλ λετο τῶν συντετριμμένων τὴν καρδίαν, Ἐγγὺς, φησὶ, Κύριός ἐστιν· ὑμῖν λέγω τοῖς ταπεινοῖς καὶ συντρίψασιν ἑαυτῶν τὸ φρόνημα, εὐθυμοποιῶν ὑμᾶς καὶ εἰς μακροθυμίαν ἐνάγων τῇ χαρᾷ τῶν προσ δοκωμένων. Συντριμμὸς δὲ καρδίας ἐστὶν ὁ ἀφανισμὸς τῶν ἀνθρωπίνων λογισμῶν. Ὁ καταφρονήσας τῶν τῇδε, καὶ ἀποδεδωκὼς ἑαυτὸν τῷ λόγῳ τοῦ Θεοῦ, καὶ ἐμπαρέχων ἑαυτοῦ τὸ ἡγεμονικὸν τοῖς ὑπὲρ ἄνθρω πον καὶ θειοτέροις νοήμασιν, οὗτος ἂν εἴη ὁ συντε τριμμένην ἔχων τὴν καρδίαν, καὶ ποιήσας αὐτὴν θυσίαν οὐκ ἐξουδενωμένην ὑπὸ τοῦ Κυρίου. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐγγὺς οὖν Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Ὁ μηδὲν ἔχων ἔπαρμα, μηδὲ φρονῶν ἐπί τινι τῶν ἀνθρωπίνων, οὗτος καὶ συντε τριμμένος ἐστὶ τῇ καρδίᾳ, καὶ ταπεινὸς τῷ πνεύματι. Ἔστι μὲν ταπεινὸς καὶ ὁ κατὰ τὴν ἁμαρτίαν πορευό μενος, διότι ταπεινωτικὴ μάλιστα πάντων ἡ ἁμαρ τία. Καθὸ καὶ τὴν ἐφθαρμένην καὶ ἀπολέσασαν τὸν τῆς παρθενίας ἁγιασμὸν λέγομεν ταπεινοῦσθαι. Ὡς ὁ Ἀμνὼν, φησὶν, ἐπαναστὰς τῇ Θάμαρ, Ἐταπείνωσεν αὐτήν. Ὅσοι οὖν τὸ ἀνάστημα καὶ τὸ δίαρμα τῆς ψυχῆς ἀπολωλέκασιν, ὑπὸ τῆς ἁμαρτίας κα ταβληθέντες εἰς γῆν, καὶ οἱονεὶ ἐδαφισθέντες, ὁμοίως 29.381 τῷ ὄφει συμπορευόμενοι συγκύπτουσι, μὴ δυνάμενοι ἀνορθωθῆναι εἰς τὸ παντελὲς, οὗτοι τεταπείνωνται μὲν, οὐ μὴν τῷ πνεύματι· οὐ γὰρ ἐπαινετὴ αὐτῶν ἡ ταπείνωσις. Ὅσοι δὲ ἔχοντες τὴν τοῦ Πνεύματος τοῦ ἁγίου χάριν, ἑκόντες ἑαυτοὺς ὑποταπεινοῦσι τοῖς ὑποδεεστέροις, κατὰ τὸν Ἀπόστολον λέγοντες ἑαυ τοὺς εἶναι δούλους τινῶν ἐν Χριστῷ, καὶ Πάν των περίψημα ἕως ἄρτι· καὶ πάλιν· Ὡς πε ρικαθάρματα τοῦ κόσμου ἐγενήθημεν· οἱ πνευ ματικῶς τῇ ταπεινώσει κεχρημένοι, πάντων ἑαυτοὺς ποιοῦντες ἐσχάτους, ἵνα πάντων πρῶτοι γένωνται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τούτους καὶ μακαρίζει ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. ∆ιὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πλη γαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ τὸν ἀνταγωνιστήν. Μὴ ἀγωνιζόμενος δὲ ὁ ἀθλητὴς τίνας ἕξει τῶν στεφάνων τὰς ὑποθέσεις; Ἤδη δὲ τέταρτον λέγεται ἐν τῷ ψαλμῷ τούτῳ, τίνα τρόπον ἀπὸ θλίψεως ῥύεται ὁ Κύριος, οὓς ἐὰν θέλῃ ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτε ρον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλί ψεων αὐτοῦ ἔσωσεν αὐτόν· καὶ τρίτον· Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐ τῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ τελευταῖον· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Πότερον δεῖ ἐπὶ τῆς λέξεως μεῖναι, καὶ ἀρκεσθῆναι τῇ κατὰ τὸ πρό χειρον προσπιπτούσῃ ταῖς ἀκοαῖς ἡμῶν ἐννοίᾳ, ὅτι τὰ ὀστᾶ ταῦτα, τὰ τῆς σαρκὸς ὑποστηρίγματα, οὐ συν τριβήσεται τῶν δικαίων διὰ τὴν παρὰ τοῦ Κυρίου δε δομένην αὐτοῖς φυλακήν; Καὶ πότερον ζῶντος μόνον καὶ ἐν τῷ βίῳ τυγχάνοντος ἀσύντριπτα τοῦ δικαίου φυλαχθήσεται τὰ ὀστᾶ; ἢ καὶ ἀπολυθέντος τοῦ δεσμοῦ τοῦ σωματικοῦ, μηδὲν αἴτιον ἐπισυμβήσεσθαι συντριβῆς τῷ δικαίῳ; Καὶ μὴν πολλὰ μεμαθήκαμεν ἐπὶ